- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg061.humanitext-grc2:31.1-31.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
桑图斯居民陷入狂乱的集体自杀冲动,主动在城内纵火并全家自尽,布鲁图斯竭力施救却收效甚微,该城走向全灭。
τοὺς δὲ Λυκίους δεινή τις ἐξαίφνης πρὸς ἀπόνοιαν ὁρμὴ καὶ λόγου κρείσσων κατέσχεν, ἣν ἄν τις ἔρωτι θανάτου μάλιστα προσεικάσειεν·
然而,一种可怕的、非语言所能形容的狂乱冲动突然抓住了吕基亚人,人们最可以将这比作对死亡的痴恋。
οἵ γε μετὰ παίδων καὶ γυναικῶν ἐλεύθεροί τε καὶ δοῦλοι καὶ πᾶσα ἡλικία τοὺς μὲν πολεμίους πρὸς τὴν φλόγα βοηθοῦντας ἀπὸ τῶν τειχῶν ἔβαλλον, αὐτοὶ δὲ κάλαμον καὶ ξύλα καὶ πᾶν ὑπέκκαυμα προσφέροντες ἦγον ἐπὶ τὴν πόλιν τὸ πῦρ, ὀρέγοντες αὐτῷ πᾶσαν ὕλην καὶ πάντα τρόπον ἐξερεθίζοντες καὶ συνεκτρέφοντες.
他们连同妇孺,不论自由人还是奴隶,无论男女老幼,一方面从城墙上投掷武器攻击那些前来协助扑灭火焰的敌军,另一方面他们自己搬运芦苇、木柴及一切引火之物,把火引向全城,向火势奉上所有材料,千方百计地激化并助长火势。
ὡς δʼἡ φλὸξ ῥυεῖσα καὶ διαζώσασα πανταχόθεν τὴν πόλιν διέλαμψε πολλή, περιπαθῶν ἐπὶ τοῖς γινομένοις ὁ Βροῦτος ἔξωθεν παρίππευε προθυμούμενος βοηθεῖν, καὶ τὰς χεῖρας ὀρέγων τοῖς Ξανθίοις ἐδεῖτο φείδεσθαι καὶ σῴζειν τὴν πόλιν, οὐδενὸς αὐτῷ προσέχοντος, ἀλλὰ πάντα τρόπον ἑαυτοὺς ἀπολλύντων, οὐ μόνον ἀνδρῶν τε καὶ γυναικῶν, ἀλλὰ καὶ τὰ παιδία τὰ μικρὰ μετὰ κραυγῆς καὶ ἀλαλαγμοῦ τὰ μὲν εἰς τὸ πῦρ ἥλλετο, τὰ δʼ ἄνωθεν ἀπὸ τῶν τειχῶν ἐξετραχήλιζεν αὑτά, τὰ δὲ τοῖς ξίφεσι τῶν πατέρων ὑπέβαλλε τὰς σφαγὰς γυμνοῦντα καὶ κελεύοντα παίειν.
当烈焰奔流、四面围拢全城而熊熊闪耀时,布鲁图斯对眼前发生的情景痛心疾首,急切地在外策马奔走以图施救,向桑图斯人伸出双手,哀求他们自珍并拯救这座城市;然而没有一个人理睬他,反而千方百计地自取灭亡,不仅成年男女如此,甚至连年幼的孩子也伴随着呼喊和尖叫,有的跳入火海,有的从城墙高处跳下摔断脖子,有的露出颈项伸到父亲的剑下,吩咐砍击。
ὤφθη δὲ τῆς πόλεως διαφθαρείσης γυνή κρεμαμένη μὲν ἐξ ἀγχόνης, παιδίον δὲ νεκρὸν ἐξηρτημένη τοῦ τραχήλου,1 λαμπάδι δὲ καιομένῃ τὴν οἰκίαν ὑφάπτουσα.
城池毁灭之后,人们看到一个妇人吊在套索上,颈项上挂着一个死去的婴孩,手中握着燃烧的火把点燃自家的房屋。
καὶ τοῦ θεάματος τραγικοῦ φανέντος ἰδεῖν μὲν οὐχ ὑπέμεινεν ὁ Βροῦτος, ἐδάκρυσε δὲ ἀκούσας· καὶ γέρας ἐκήρυξε τῶν στρατιωτῶν ὅστις ἂν δυνηθῇ Λύκιον ἄνδρα περισῶσαι. φασὶ δὲ μόνους ἑκατὸν πεντήκοντα γενέσθαι τοὺς μὴ διαφυγόντας τὸ σωθῆναι.2
这幕景象显得悲惨可怖,布鲁图斯不忍亲眼目睹,听闻之后失声痛哭;并且向士兵们宣布悬赏,凡能救活一个吕基亚男子者皆受重赏。据说,未能逃脱被救命运的人,总共只有一百五十名。
Ξάνθιοι μὲν οὖν διὰ πολλῶν χρόνων ὥσπερ εἱμαρμένην περίοδον διαφθορᾶς ἀποδιδόντες τὴν τῶν προγόνων ἀνενεώσαντο τῇ τόλμῃ τύχην καὶ γὰρ ἐκεῖνοι τὴν πόλιν ὁμοίως ἐπὶ τῶν Περσικῶν κατακαύσαντες ἑαυτοὺς διέφθειραν.
因此,桑图斯人历经悠悠岁月,仿佛在应验注定的毁灭周期一般,用这绝望的勇气重演了先祖的命运;因为在波斯战争时期,他们的先祖也同样焚毁全城并自尽而亡。
- 31.5παιδίον δὲ νεκρὸν ἐξηρτημένη τοῦ τραχήλου
完成时被动/中动分词 ἐξηρτημένη 具有中动态含义(自身挂带着某物),支配宾格 παιδίον νεκρὸν 作为其直接宾语(“颈项上系挂着一个死去的婴孩”)。属格 τοῦ τραχήλου 表示悬挂或依附的部位。
- 31.6τοὺς μὴ διαφυγόντας τὸ σωθῆναι
动词 διαφεύγω(逃脱、避开)支配带冠词的被动不定词宾格(τὸ σωθῆναι,“被拯救”)。由于城中居民一心求死,幸存者被反讽、悖论性地表述为“未能逃避被营救之人”,而非“逃过死亡之人”。
