- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg061.humanitext-grc2:28.1-28.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
布鲁图斯下令处决盖乌斯·安东尼乌斯后进军亚细亚,以解救意大利为宗旨召回卡西乌斯,两人率领雄厚兵力在士麦那会师。
τούτων οὖν εἰς Μακεδονίαν ἀπαγγελθέντων ἐκβιασθεὶς ὁ Βροῦτος ἔγραψεν Ὁρτησίῳ κτεῖναι Γάϊον Ἀντώνιον, ὡς δὴ Βρούτῳ τε καὶ Κικέρωνι τιμωρῶν, τῷ μὲν ὄντι φίλῳ, τῷ δὲ καὶ κατὰ γένος προσήκοντι.1 διὰ ταῦθʼ ὕστερον Ἀντώνιος Ὁρτήσιον ἐν Φιλίπποις λαβὼν τῷ μνήματι τοῦ ἀδελφοῦ προσέσφαξε.
当这些消息传到马其顿后,布鲁图斯被迫写信给霍尔滕西乌斯,命他处死盖乌斯·安东尼乌斯,借口是为布鲁图斯和西塞罗复仇,因为一方是他的挚友,另一方在血脉上也是他的亲属。因此,后来安东尼乌斯在腓立比俘获霍尔滕西乌斯时,便将他斩杀于其弟的坟茔之上。
Βροῦτος δὲ τῆς Κικέρωνος τελευτῆς τῇ αἰτίᾳ φησὶν αἰσχύνεσθαι μᾶλλον ἢ τῷ πάθει συναλγεῖν, ἐγκαλεῖν δὲ τοῖς ἐπὶ Ῥώμης φίλοις· δουλεύειν γὰρ αὑτῶν αἰτίᾳ μᾶλλον ἢ τῶν τυραννούντων, καὶ καρτερεῖν ὁρῶντας καὶ παρόντας ἃ μηδʼ ἀκούειν αὐτοῖς ἀνεκτὸν ἦν.
但布鲁图斯表示,对于西塞罗之死,他为其原因感到羞耻尤甚于为其不幸一同悲痛,并且他责怪在罗马的朋友们:因为他们沦为奴隶更多是由于他们自己的过失,而非出于僭主们的缘故,并且他们竟能亲临其境、眼睁睁地忍受那些他们哪怕只是听闻都无法忍受的事。
περαιώσας δὲ τὸν στρατὸν εἰς Ἀσίαν ἤδη λαμπρὸν ὄντα, ναυτικὸν μὲν ἐξηρτύετο στόλον ἐν Βιθυνίᾳ καὶ περὶ Κύζικον, πεζῇ δʼ αὐτὸς ἐπιὼν καθίστατο τὰς πόλεις καὶ τοῖς δυνάσταις ἐχρημάτιζε, καὶ πρὸς Κάσσιον ἔπεμπεν εἰς Συρίαν ἀπʼ Αἰγύπτου μετακαλῶν·
布鲁图斯将如今已声势浩大的军队渡运至亚细亚,在比提尼亚和库齐库斯一带整备海军舰队,他自己则经陆路巡视,整顿各城邦,并与各地的统治者进行政务交涉;同时他向在叙利亚的卡西乌斯遣使,将他从埃及召回。
οὐ γὰρ ἀρχὴν κτωμένους αὐτοῦς, ἀλλʼ ἐλευθεροῦντας τὴν πατρίδα τὴν δύναμιν, ᾗ καταλύσουσι τοὺς τυράννους, συνάγοντας πλανᾶσθαι·2 δεῖν οὖν μεμνημένους καὶ φυλάττοντας τὴν ὑπόθεσιν μὴ μακρὰν ἀπηρτῆσθαι τῆς Ἰταλίας, ἀλλʼ ἐκεῖσε σπεύδειν καὶ βοηθεῖν τοῖς πολίταις.
因为他说,他们四处转战,并不是为了给自己获取统治权,而是为了解放祖国,汇聚用以推翻僭主的力量;因此,他们应当铭记并坚守这一宗旨,不可远离意大利,而应迅速奔赴那里以援救公民。
ὑπακούσαντος δὲ τοῦ Κασσίου καὶ καταβαίνοντος ἀπήντα καὶ περὶ Σμύρναν ἀλλήλοις ἐνετύγχανον ἀφʼ οὗ πρῶτον ἐν Πειραιεῖ χωρισθέντες ὥρμησαν ὁ μὲν εἰς Συρίαν, ὁ δὲ εἰς Μακεδονίαν.
卡西乌斯听从召唤下行前来,布鲁图斯前去迎候,两人在士麦那附近相遇,这是他们最初在比雷埃夫斯分道扬镳、分别前往叙利亚和马其顿以来第一次会合。
ἦν οὖν ἡδονή τε μεγάλη καὶ θάρσος αὐτοῖς ἐκ τῆς παρούσης ἑκατέρῳ δυνάμεως. ὁρμήσαντες γὰρ ἐκ τῆς Ἰταλίας ὅμοια φυγάδων τοῖς ἀτιμοτάτοις3 ἀχρήματοι καὶ ἄνοπλοι, μὴ ναῦν ἑνήρη, μὴ στρατιώτην ἕνα, μὴ πόλιν ἔχοντες, οὐ πολλοῦ πάνυ χρόνου διαγενομένου συνῆλθον εἰς ταὐτό καὶ ναυσὶ καὶ πεζῷ καὶ ἵπποις καὶ χρήμασιν ἀξιόμαχοι διαγωνίσασθαι περὶ τῆς Ῥωμαίων ἡγεμονίας ὄντες.
因此,两人因各自眼前所拥有的雄厚实力而倍感欣悦并大受鼓舞。因为当初他们离开意大利时,如同最屈辱的流亡者一般身无分文且无寸铁,既没有一艘单层桨战船,也没有一名士兵,亦无一座城镇;但时隔未久,他们便汇聚于同一处,在战船、步兵、骑兵和钱财上均足以一决雌雄,争夺罗马人的统治权。
- 28.1ὡς δὴ Βρούτῳ τε καὶ Κικέρωνι τιμωρῶν, τῷ μὲν ὄντι φίλῳ, τῷ δὲ καὶ κατὰ γένος προσήκοντι
连词 ὡς 与现在分词 τιμωρῶν(支配与格,意为“为……复仇”)连用,表示宣称的借口或动机。文中的“布鲁图斯”指被杀害的德基穆斯·布鲁图斯,后文的 τῷ μὲν 指西塞罗(“挚友”),τῷ δὲ 指德基穆斯(“血缘上的亲属”)。
- 28.4οὐ γὰρ ἀρχὴν κτωμένους αὐτοῦς, ἀλλʼ ἐλευθεροῦντας τὴν πατρίδα τὴν δύναμιν, ᾗκαταλύσουσι τοὺς τυράννους, συνάγοντας πλανᾶσθαι
由前句 ἔπεμπεν ... μετακαλῶν 中隐含的言说含义引出的间接引语结构。主语为宾格 αὐτούς,不定式主动词为 πλανᾶσθαι。与否定词 οὐ 连用的分词 κτωμένους 和接在 ἀλλʼ 后的 ἐλευθεροῦντας ... συνάγοντας 均为修饰 αὐτούς 的宾格复数现在分词,形成对比。
- 28.7ὅμοια φυγάδων τοῖς ἀτιμοτάτοις
ὅμοια 用作副词性宾格,支配与格 τοῖς ἀτιμοτάτοις,表示“像……一样”;属格 φυγάδων 则是修饰最高级 τοῖς ἀτιμοτάτοις 的部分属格(“流亡者中最卑微蒙羞者”)。
