- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg061.humanitext-grc2:27.1-27.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记述年轻的凯撒在罗马夺取执政官之职并缺席判决布鲁图斯等人,随后与安东尼乌斯、雷必达结盟,公布公敌宣告屠杀包括西塞罗在内的二百人。
μέλλοντι δʼ αὐτῷ διαβαίνειν εἰς τὴν Ἀσίαν ἧκεν ἀγγελία περὶ τῆς ἐν Ῥώμῃ μεταβολῆς, ὁ γὰρ νέος Καῖσαρ ηὐξήθη μὲν ὑπὸ τῆς βουλῆς ἐπʼ Ἀντώνιον, ἐκβαλὼν δὲ τῆς Ἰταλίας ἐκεῖνον αὐτὸς ἤδη φοβερὸς ἦν, ὑπατείαν τε μνώμενος παρὰ νόμον, καὶ στρατεύματα τρέφων μεγάλα, τῆς πόλεως οὐδὲν δεομένης.
当布鲁图斯正打算渡海前往亚细亚时,传来了罗马政变的消息。因为年轻的凯撒起初被元老院提拔以对抗安东尼乌斯,但当他将安东尼乌斯逐出意大利后,自己便已成为令人畏惧的存在,违背法律谋求执政官职位,并在国家完全不需要的情况下供养大军。
ὁρῶν δὲ καὶ ταῦτα τὴν βουλὴν βαρυνομένην καὶ πρὸς τὸν Βροῦτον ἀφορῶσαν ἔξω καὶ ψηφιζομένην ἐκείνῳ καὶ βεβαιοῦσαν τὰς ἐπαρχίας, ἔδεισε.
他看到元老院对这些做法也深感不堪重负,把目光投向身处境外的布鲁图斯,并通过决议为布鲁图斯确认行省的管辖权,因而心生恐惧。
καὶ τὸν μὲν Ἀντώνιον πέμπων εἰς φιλίαν προὐκαλεῖτο, τὰς δὲ δυνάμεις τῇ πόλει περιστήσας ὑπατείαν ἔλαβεν, οὔπω πάνυ μειράκιον ὤν, ἀλλʼ εἰκοστὸν ἄγων ἔτος, ὡς αὐτὸς ἐν τοῖς ὑπομνήμασιν εἴρηκεν.
于是他遣使向安东尼乌斯提议修好,并率大军包围罗马城,夺取了执政官职位;当时他还算不上完全的青年,而是正如他自己在回忆录中所说,正值第二十个年头。
εὐθὺς δὲ δίκας φόνου κατὰ τῶν περὶ τὸν Βροῦτον εἰσῆγεν, ὡς ἄνδρα πρῶτον ἐν ἀρχαῖς ταῖς μεγίσταις ἀνῃρηκότων ἄκριτον1 καὶ κατήγορον ἐπέστησε Βρούτου μὲν Λεύκιον Κορνιφίκιον, Κασσίου δὲ Μᾶρκον Ἀγρίππαν. ὠφλίσκανον οὖν τὰς δίκας ἐρήμας2 ἀναγκαζομένων φέρειν ψῆφον τῶν δικαστῶν.
随即,他以谋杀罪起诉布鲁图斯及其党羽,指控他们未经审判就杀害了身居最高官职的第一人,并任命卢基乌斯·科尔尼菲基乌斯为布鲁图斯的起诉人,马尔库斯·阿格里帕为卡西乌斯的起诉人。因此,在审判官们被迫投票的情况下,他们被缺席判处有罪。
λέγεται δὲ τοῦ κήρυκος, ὥσπερ εἴωθεν, ἀπὸ τοῦ βήματος τὸν Βροῦτον ἐπὶ τὴν δίκην καλοῦντος,3 τὸ μὲν πλῆθος ἐπιδήλως στενάξαι, τοὺς δʼ ἀρίστους κύψαντας εἰς γῆν ἡσυχίαν ἄγειν, Πόπλιον δὲ Σιλίκιον ὀφθῆναι δακρύσαντα, καὶ διὰ τὴν αἰτίαν ταύτην ὀλίγον ὕστερον ἕνα τῶν προγραφέντων ἐπὶ θανάτῳ γενέσθαι.
据说,当传令官按惯例在讲坛上呼唤布鲁图斯到庭受审时,民众公开叹息,贵族们则低头垂首保持沉默,普布利乌斯·西利基乌斯被看到流下眼泪,并且因为这个缘故,不久之后他成为了被列入处死公敌宣告名单中的一人。
μετὰ ταῦτα διαλλαγέντες οἱ τρεῖς, Καῖσαρ, Ἀντώνιος, Λέπιδος, διενείμαντο τὰς ἐπαρχίας σφαγάς τε καὶ προγραφὰς ἀνδρῶν διακοσίων ἐποίησαν, ἐν οἷς καὶ Κικέρων ἀπέθανε.
此后,凯撒、安东尼乌斯、雷必达三人达成和解,瓜分了各行省,并对二百人进行了屠杀和公敌宣告,西塞罗亦在其中丧命。
- 27.4ὡς ἄνδρα πρῶτον ἐν ἀρχαῖς ταῖς μεγίσταις ἀνῃρηκότων ἄκριτον
连词 ὡς 与属格分词(ἀνῃρηκότων)连用,表示起诉的理由或指控依据,分词的逻辑主语承前指 τῶν περὶ τὸν Βροῦτον。形容词 ἄκριτον 充当宾语 ἄνδρα πρῶτον 的述语性修饰语,意为“未经审判便(加以杀害)”。
- 27.4ὠφλίσκανον οὖν τὰς δίκας ἐρήμας
短语 δίκην ὀφλισκάνω 为法律术语,意为“败诉”或“被判有罪”。形容词 ἐρήμας 作谓语性同位修饰,指被告缺席,因此整句意为“在缺席审判中被定罪”。
- 27.5λέγεται δὲ τοῦ κήρυκος, ὥσπερ εἴωθεν, ἀπὸ τὸν βήματος τὸν Βροῦτον ἐπὶ τὴν δίκην καλοῦντος
主节动词 λέγεται 引出一连串不定式从句(στενάξαι, ἄγειν, ὀφθῆναι, γενέσθαι)。前置的独立属格结构 τοῦ κήρυκος ... καλοῦντος 用以交代时间背景。
