← 普鲁塔克

布鲁图斯传

§26.1-26.8

盖乌斯·安东尼乌斯的投降与宽宥叛兵

布鲁图斯在饥荒困顿中得到敌方守卫的救助,后来报答了这一恩情。随后他击溃盖乌斯·安东尼乌斯并使敌军归降,在发现盖乌斯图谋叛乱后将其拘禁,并在背叛的士兵悔罪后予以赦免。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§26.1

Λιποθυμοῦντος δὲ τοῦ Βρούτου καὶ μηδενὸς ἔχοντος ἐν τῷ στρατοπέδῳ μηδὲν ἐδώδιμον, ἠναγκάσθησαν οἱ περὶ αὐτὸν ἐπὶ τοὺς πολεμίους καταφυγεῖν καὶ ταῖς πύλαις προσελθόντες ἄρτον ᾔτουν τοὺς φύλακας.1

当布鲁图斯晕厥、营地里没有任何人有可吃的东西时,他身边的人被迫逃奔敌人那里,走近城门向守卫乞求面包。

§26.2

οἱ δὲ διακούσαντες τὸ σύμπτωμα τοῦ Βρούτου παρῆσαν αὐτοί καὶ σιτία καὶ ποτὰ κομίζοντες, ἀνθʼ ὧν ὁ Βροῦτος, ὡς τὴν πόλιν παρέλαβεν, οὐ μόνον τούτοις, ἀλλὰ καὶ πᾶσι διὰ τούτους φιλανθρώπως ἐχρήσατο.

守卫们得知布鲁图斯的病情后,亲自带着食物和饮料前来;作为回报,布鲁图斯接管该城时,不仅仁慈地对待他们,还因为他们而仁慈地对待了全城所有人。

§26.3

Γάϊος δʼ Ἀντώνιος Ἀπολλωνίᾳ προσβαλὼν ἐκεῖ τοὺς ἐγγὺς ὄντας ἐκάλει στρατιώτας. ἐπεὶ δʼ οὗτοί τε πρὸς Βροῦτον ᾤχοντο καὶ τοὺς Ἀπολλωνιάτας ᾔσθετο τὰ Βρούτου φρονοῦντας, ἐκλιπὼν τὴν πόλιν εἰς Βουθρωτὸν ἐβάδιζε.

盖乌斯·安东尼乌斯抵达阿波罗尼亚,并在那里召集附近的士兵。但当这些人转投布鲁图斯,且他察觉到阿波罗尼亚人支持布鲁图斯时,便弃城向布特罗图姆进军。

§26.4

καὶ πρῶτον μὲν ἀπόλλυσι τρεῖς σπείρας καθʼ ὁδὸν ὑπὸ Βρούτου κατακοπείσας· ἔπειτα τοὺς περὶ τὴν Βυλλίδα τόπους προκαταληφθέντας ἐπιχειρῶν ἐκβιάζεσθαι καὶ μάχην συνάψας Κικέρωνι νικᾶται. τούτῳ γὰρ ὁ Βροῦτος ἐχρῆτο στρατηγῷ καὶ πολλὰ διʼ αὐτοῦ κατώρθωσε.

首先,他在途中损失了三个大队,被布鲁图斯击溃剪除;接着,他企图强行突破比利斯周围已被预先占领的要地,与西塞罗交战而被击败。因为布鲁图斯任用这位西塞罗为将领,并通过他取得了许多战果。

§26.5

λαβὼν δὲ τὸν Γάϊον ἐν χωρίοις ἑλώδεσι μακρὰν διεσπασμένον οὐκ εἴασεν ἐμβαλεῖν, ἀλλὰ περιίππευσε, φείδεσθαι κελεύων, ὡς μετὰ μικρὸν ἰδίων ἐσομένων.2 ὃ καὶ συνέβη, παρέδοσαν γὰρ ἑαυτοὺς καὶ τὸν στρατηγόν, ὥστε μεγάλην ἤδη περὶ τὸν Βροῦτον δύναμιν εἶναι.

布鲁图斯在沼泽地带发现盖乌斯〔的部队〕分散得很开,不准部下发起进攻,而是策马巡视,命令士兵手下留情,因为预计不久之后他们就会成为自己人。事实果然如此:他们交出了自己和统帅,以致布鲁图斯身边已经汇聚了一支庞大的军队。

§26.6

χρόνον μὲν οὖν πολὺν ἐν τιμῇ τὸν Γάϊον ἦγε καὶ τὰ παράσημα τῆς ἀρχῆς οὐκ ἀφῄρει, καίπερ, ὥς φασιν, ἄλλων τε πολλῶν καὶ Κικέρωνος ἀπὸ Ῥώμης γραφόντων καὶ κελευόντων ἀναιρεῖν·

因此很长一段时间,布鲁图斯都礼遇盖乌斯,并未剥夺他的统治权力标志,尽管据人们说,许多人和西塞罗都从罗马来信,命令将他处决。

§26.7

ἀρξάμενον δὲ κρύφα τοῖς ἡγεμόσι διαλέγεσθαι καὶ ποιήσαντα νεωτερισμὸν ἐνθέμενος εἰς ναῦν ἐφύλαττε.

然而,当盖乌斯开始暗中联络将领并策动叛乱时,布鲁图斯将他关入船中加以监视。

§26.8

τῶν δὲ διαφθαρέντων στρατιωτῶν εἰς Ἀπολλωνίαν ἀποστάντων καὶ καλούντων ἐκεῖ τὸν Βροῦτον, οὐκ ἔφη τοῦτο πάτριον εἶναι Ῥωμαίοις, ἀλλʼ ἐκείνους πρὸς τὸν ἄρχοντα χρῆναι βαδίζοντας αὐτοὺς παραιτεῖσθαι τὴν ἐπὶ τοῖς ἡμαρτημένοις ὀργήν.3 ἐλθοῦσι δὲ καὶ δεομένοις συγγνώμην ἔδωκε.

当被收买的士兵叛逃至阿波罗尼亚并传唤布鲁图斯去那里时,布鲁图斯表示这绝非罗马人的祖制,相反,理应由他们亲自走向指挥官,请求平息因过错而引发的愤怒。当他们前来恳求时,布鲁图斯宽恕了他们。

语法注3 条
  1. 26.1ἄρτον ᾔτουν τοὺς φύλακας

    动词 αἰτέω(请求、乞求)采用双宾格结构,分别以人(τοὺς φύλακας)和物(ἄρτον)作宾语。

  2. 26.5ὡς μετὰ μικρὸν ἰδίων ἐσομένων

    由 ὡς 引导的属格绝对结构,未来时分词 ἐσομένων 表达主观理由或预期(“指望他们不久将成为自己人”)。分词的主语(敌方士兵)在语境中显而易见,因而省略。

  3. 26.8ἀλλʼ ἐκείνους πρὸς τὸν ἄρχοντα χρῆναι βαδίζοντας αὐτοὺς παραιτεῖσθαι τὴν ἐπὶ τοῖς ἡμαρτημένοις ὀργήν

    在间接引语中,非人称动词 χρῆναι(χρή 的不定词)统辖对格不定词结构,以 ἐκείνους 为主语,以 παραιτεῖσθαι 为补充不定词。强意代词 αὐτούς 与主语 ἐκείνους 及分词 βαδίζοντας 构成同位语,强调“应当由他们亲自(前往)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg061.humanitext-grc2:26.1-26.8