- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg061.humanitext-grc2:25.1-25.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
布鲁图斯接连获取资金、兵力与武器,掌控了马其顿;为抢在安东尼之弟盖乌斯之前到达而冒雪强行军,因严寒疲惫导致饥乏虚脱。
ἐκ τούτου πεντήκοντα μὲν αὐτῷ μυριάδας Ἀντίστιος ἀφʼ ὧν ἦγε καὶ αὐτὸς εἰς Ἰταλίαν χρημάτων1 δίδωσιν, ὅσοι δὲ περὶ Θεσσαλίαν ἔτι τῆς Πομπηΐου στρατιᾶς ἐπλανῶντο συνέρρεον ἀσμένως πρὸς αὐτόν ἱππεῖς δὲ πεντακοσίους ἀφείλετο Κίννα πρὸς Δολοβέλλαν ἄγοντος εἰς Ἀσίαν.
此后,安提斯提乌斯从自己正携往意大利的款项中拨给他五十万德拉克马,而在色萨利一带游荡的庞培余部也全都欣然归附于他;此外,他还从秦纳手中夺取了正被带往亚细亚交给多拉贝拉的五百名骑兵。
ἐπιπλεύσας τε τῇ Δημητριάδι, πολλῶν ὅπλων ἐξαγομένων πρὸς Ἀντώνιον, ἃ Καίσαρος τοῦ προτέρου κελεύσαντος ἐπὶ τὸν Παρθικὸν ἐποιήθη πόλεμον, ἐκράτησεν.
他乘船袭击了德米特里亚斯,夺取了正要运送给安东尼的大批军械——这批武器是前任恺撒下令为帕提亚战争而制造的。
Ὁρτησίου δὲ τοῦ στρατηγοῦ παραδόντος αὐτῷ Μακεδονίαν, καὶ τῶν ἐν κύκλῳ βασιλέων καὶ δυναστῶν συνισταμένων καὶ προστιθεμένων, ἀγγέλλεται Γάϊος, ὁ Ἀντωνίου ἀδελφὸς, ἐξ Ἰταλίας διαβεβηκὼς βαδίζειν2 εὐθὺς ἐπὶ τὰς δυνάμεις ἃς ἐν Ἐπιδάμνῳ καὶ Ἀπολλωνίᾳ Βατίνιος συνεῖχε.
在总督霍尔滕西乌斯将马其顿移交给他,且周围的诸王与掌权者纷纷联合并归附之际,有消息传来,安东尼的兄弟盖乌斯已从意大利渡海而来,径直向瓦提纽斯在埃皮达姆诺斯和阿波罗尼亚所统领的军队进发。
βουλόμενος οὖν φθάσαι καὶ προλαβεῖν ὁ Βροῦτος ἐξαίφνης ἀναστήσας τοὺς σὺν αὐτῷ διὰ χωρίων χαλεπῶν νιφόμενος ἐπορεύετο· καὶ πολὺ προῆλθε τοὺς κομίζοντας τὸ ἄριστον, ἐγγὺς οὖν Ἐπιδάμνου γενόμενος διὰ κόπον καὶ ψῦχος ἐβουλιμίασε.3
布鲁图斯希望先发制人以抢占先机,便突然率众出发,冒着降雪穿行于艰险地形;他远远把运送干粮的人员甩在身后,因而当抵达埃皮达姆诺斯附近时,由于疲劳与严寒而陷入了暴食症般的饥乏虚脱。
συμπίπτει δὲ μάλιστα τὸ πάθος χιόνος οὔσης πονοῦσι καὶ κτήνεσι καὶ ἀνθρώποις, εἴτε τοῦ θερμοῦ διὰ περίψυξιν καὶ πύκνωσιν, ὅταν ἐντὸς ἅπαν καθειρχθῇ, τὴν τροφὴν ἁθρόως ἀναλίσκοντος, εἴτε δριμεῖα καὶ λεπτὴ τῆς χιόνος διαλυομένης ἰοῦσα πνοὴ τέμνει τὸ σῶμα καὶ διαφθείρει τὸ θερμὸν ἐξ αὐτοῦ θύραζε διασπειρόμενον.
这种病症在下雪天最常降临在劳顿的牲畜和人身上,究竟是因为体内热量由于外周受寒与致密、全被封闭在内部时,便会一下子消耗尽所有养分,还是因为融雪时散发出的尖锐而细微的气息切透身体,并消灭了散发于体外的热量呢?
τὰς γὰρ ἐφιδρώσεις παρέχειν δοκεῖ τὸ θερμὸν ἀπαντῶντι τῷ ψυχρῷ περὶ τὴν ἐπιφάνειαν σβεννύμενον. ὑπὲρ ὧν ἐν ἑτέροις μᾶλλον ἠπόρηται.
因为当体内热量在体表遇到寒冷而被熄灭时,似乎会引发冷汗。关于这些问题,在其他著作中已有更详尽的探究。
- 25.1ἀφʼ ὧν ἦγε καὶ αὐτὸς εἰς Ἰταλίαν χρημάτων
先行词 χρημάτων 被卷入关系从句内部的倒装(包含结构),原本的语序应为 ἀπὸ τῶν χρημάτων ὧν ἦγε...。整个介词短语修饰 πεντήκοντα μυριάδας。
- 25.3ἀγγέλλεται Γάϊος, ὁ Ἀντωνίου ἀδελφὸς, ἐξ Ἰταλίας διαβεβηκὼς βαδίζειν
转述动词 ἀγγέλλεται 采用了人称被动结构(而非无人称形式加宾格不定式结构),主语以主格形式 Γάϊος 出现(分词 διαβεβηκώς 与之同格一致),并由不定式 βαδίζειν 补足。
- 25.4ἐβουλιμίασε
动词 βουλιμιάω(患狂饥症)在古代医学和军事记载中常作专门术语,特指在严寒与行军劳顿下,突然伴随极度饥饿感而倒地虚脱的急性衰竭症状。
