- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg061.humanitext-grc2:24.1-24.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
布鲁图斯前往雅典,表面沉湎于哲学讲学,实则暗中备战并拉拢包括西塞罗之子在内的游学青年。他在卡里斯托斯接管了一支运资船队并在生日宴上突兀吟诵帕特罗克洛斯绝命诗,此举后来被视为腓立比之败的厄运预兆。
ἀναχθεὶς δʼ ὁ Βροῦτος ἐκεῖθεν ἐπʼ Ἀθηνῶν ἔπλει. δεξαμένου δὲ τοῦ δήμου προθύμως αὐτὸν εὐφημίαις καί ψηφίσμασι διῃτᾶτο μὲν παρὰ ξένῳ τινί, Θεομνήστου δʼ ἀκροώμενος τοῦ Ἀκαδημιακοῦ καί Κρατίππου τοῦ Περιπατητικοῦ καί συμφιλοσοφῶν ἐδόκει παντάπασιν ἀργεῖν καί σχολάζειν.
布鲁图斯从那里启航,驶往雅典。民众以赞呼和法令热情欢迎他,他在一位客友家中居住,聆听阿卡德米派的西奥姆奈斯托斯和漫步派的克拉提波斯的讲学,与他们一同研习哲学,表面上显得全然无所事事、悠闲度日。
ἔπραττε δὲ τὰ πρὸς τὸν πόλεμον ἀνυπόπτως. καί γὰρ εἰς Μακεδονίαν ἔπεμψεν Ἡρόστρατον οἰκειούμενος τοὺς ἐπὶ τῶν ἐκεῖ στρατοπέδων, καί τοὺς σχολάζοντας ἀπὸ Ῥώμης ἐν ἄστει νέους ἀνελάμβανε καί συνεῖχεν.
然而,他却在暗中不引人怀疑地准备战事。实际上,他派遣赫罗斯特拉托斯前往马其顿,拉拢统率当地驻军的将领,并接纳并聚集了那些从罗马来城中求学的青年。
ὧν ἦν καί Κικέρωνος υἱός, ὃν ἐπαινεῖ διαφερόντως, καί φησιν, εἴτʼ ἐγρήγορεν εἴτʼ ἐνυπνιάζεται,1 θαυμάζειν οὕτω γενναῖον ὄντα καί μισοτύραννον.
其中也有西塞罗的儿子,布鲁图斯对他大加赞赏,声称无论是醒着还是在梦中,都惊叹于他是如此高尚且仇恨僭主。
ἀρξάμενος δὲ τῶν πραγμάτων ἀναφανδὸν ἅπτεσθαι, καί πυθόμενος πλοῖα Ῥωμαϊκὰ μεστὰ χρημάτων ἐξ Ἀσίας προσφέρεσθαι καί στρατηγὸν ἐπιπλεῖν ἄνδρα χαρίεντα καί γνώριμον, ἀπήντησεν αὐτῷ περὶ Κάρυστον·
当他开始公开着手处理政事,并获悉载满钱财的罗马船只正从亚细亚驶来,且有一位温雅而相识的将领随船督航时,便在卡里斯托斯附近迎上了他。
ἐντυχὼν δὲ καί πείσας καί παραλαβὼν τὰ πλοῖα λαμπροτέραν ὑποδοχὴν ἐποιεῖτο. καί γὰρ ἦν ἡμέρα καθʼ ἣν ἐγεγόνει πρῶτον ὁ Βροῦτος, ὡς οὖν ἐλθόντες εἰς τὸ πίνειν ἐπιχύσεις ἐποιοῦντο νίκης τε Βρούτου καὶ Ῥωμαίων ἐλευθερίας, ἔτι μᾶλλον αὐτοὺς ῥῶσαι βουλόμενος ᾔτησε ποτήριον μεῖζον καί λαβὼν, ἀπʼ οὐδεμιᾶς προφάσεως2 ἀνεφώνησε τὸν στίχον τοῦτον· "ἀλλά με μοῖρʼ ὀλοὴ καί Λητοῦς ἔκτανεν υἱός."
他与对方会面,说服他并接管了船队,随后举行了一场格外盛大的款待;因为这一天正是布鲁图斯的诞辰。于是,当他们开怀畅饮,为布鲁图斯的胜利和罗马人的自由奠酒时,布鲁图斯为了进一步振奋众人,要了一只更大的酒杯;接过来后,他毫无来由地高声朗诵出这一诗句: “然而毁灭之命运与勒托之子将我戕害。”
ἔτι δὲ καί πρὸς τούτοις ἱστοροῦσιν, ὅτε τὴν τελευταίαν ἐν Φιλίπποις μαχούμενος ἐξῄει μάχην, σύνθημα παρʼ αὐτοῦ τοῖς στρατιώταις Ἀπόλλωνα δοθῆναι. διὸ καί τῆς συμφορᾶς τίθενται σημεῖον ἐκείνην τὴν ἀναφώνησιν.3
此外人们还记载,当他在腓立比出战进行最后决战时,他发给士兵们的口令正是“阿波罗”。因此,人们也将那句咏叹视为这场厄运的预兆。
- 24.3εἴτʼ ἐγρήγορεν εἴτʼ ἐνυπνιάζεται
置于间接引语(由 φησίν ... θαυμάζειν 统辖)之内的直陈式(现在完成时与现在时)条件从句。从句直接保留了原话的语气和时态,构成一种习惯性的对极表达,意为“无论醒着还是在梦中”(即“无时无刻”)。
- 24.6ἀπʼ οὐδεμιᾶς προφάσεως
介词 ἀπό 接属格表示起因或借口,属于习惯用法,意为“毫无缘由地”或“毫无预兆地”。它突出了在欢宴聚饮的背景下,布鲁图斯突兀朗诵暗示死亡的荷马诗句的反常举动。
- 24.7διὸ καί τῆς συμφορᾶς τίθενται σημεῖον ἐκείνην τὴν ἀναφώνησιν
类似双宾格的结构:ἐκείνην τὴν ἀναφώνησιν 作直接宾语(宾格),σημεῖον 作宾语补足语(谓语宾格),τῆς συμφορᾶς 则是依附于 σημεῖον 的宾格性属格(“厄运之兆”)。整句意为“因此他们将那声咏叹视为其灾难的兆头”。
