- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg061.humanitext-grc2:23.1-23.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
由于罗马分裂陷入混乱,布鲁图斯对局势绝望并决意离开意大利,在埃利亚与妻子波尔齐娅诀别;波尔齐娅见赫克托尔与安德洛玛刻的告别画落泪,布鲁图斯盛赞其爱国志节。
ἐν μὲν οὖν ταῖς πρώταις ἐπιστολαῖς τοιοῦτος ὁ Βροῦτος· ἤδη δὲ τῶν μὲν ὡς Καίσαρα, τῶν δʼ ὡς Ἀντώνιον1 διισταμένων, ὠνίων δὲ τῶν στρατοπέδων ὥσπερ ὑπὸ κήρυκι προστιθεμένων τῷ πλέον διδόντι,2 παντάπασι καταγνοὺς τῶν πραγμάτων ἔγνω καταλιπεῖν Ἰταλίαν, καὶ πεζῇ διὰ Λευκανίας εἰς Ἐλέαν ἐπὶ θάλασσαν ἧκεν.
因此,在最初的书信中,布鲁图斯表现出这样的态度。然而,人们已经发生分化,有的投奔恺撒,有的投奔安东尼,而军队仿佛在拍卖人手中待售,被归于出价最高者;于是他对时局彻底绝望,决意离开意大利,徒步穿过卢卡尼亚来到海滨的埃利亚。
ὅθεν ἡ Πορκία μέλλουσα πάλιν εἰς Ῥώμην ἀποτραπέσθαι λανθάνειν μὲν ἐπειρᾶτο περιπαθῶς ἔχουσα, γραφὴ δέ τις αὐτὴν προὔδωκε τἆλλα γενναίαν οὖσαν.
从那里波尔齐娅准备返回罗马,她虽悲痛欲绝,却极力掩饰,但一幅画作却出卖了在其他方面本是崇高坚毅的她。
ἦν γὰρ ἐκ τῶν Ἑλληνικῶν διάθεσις,3 προπεμπόμενος Ἕκτωρ ὑπὸ Ἀνδρομάχης κομιζομένης παρʼ αὐτοῦ τὸ παιδίον, ἐκείνῳ δὲ προσβλεπούσης.
因为那是取材于希腊故事的构图:赫克托尔正由安德洛玛刻送行,她正从他手中接过幼子,双眼凝视着他。
ταῦτα θεωμένην τὴν Πορκίαν ἡ τοῦ πάθους εἰκὼν ἐξέτηξεν εἰς δάκρυα· καὶ πολλάκις φοιτῶσα τῆς ἡμέρας ἔκλαιεν.
望着这幅画的波尔齐娅被那悲痛的景象融化为泪水;她一天之内多次前往画前痛哭。
Ἀκιλίου δέ τινος τῶν Βρούτου φίλων τὰ πρὸς Ἕκτορα τῆς Ἀνδρομάχης ἔπη διελθόντος, "Ἕκτορ, ἀτὰρ σύ μοί ἐσσι πατὴρ καὶ πότνια μήτηρ ἠδὲ κασίγνητος, σὺ δέ μοί θαλερὸς παρακοίτης," μειδιάσας ὁ Βροῦτος, ἀλλʼ οὐκ ἐμοί γʼ, εἶπε, πρὸς Πορκίαν ἔπεισι φάναι τὰ τοῦ Ἕκτορος, "ἱστόν ἠλακάτην τε καὶ ἀμφιπόλοισι κέλευε·" σώματος γὰρ ἀπολείπεται φύσει τῶν ἴσων ἀνδραγαθημάτων,4 γνώμῃ δʼ ὑπὲρ τῆς πατρίδος, ὥσπερ ἡμεῖς, ἀριστεύει. ταῦτα μὲν ὁ τῆς Πορκίας υἱὸς ἱστόρηκε Βύβλος.
当布鲁图斯的朋友之一阿基利乌斯吟诵出安德洛玛刻对赫克托尔所说的诗句时: “赫克托尔,但于我而言你就是父亲、尊贵的母亲, 又是兄弟,你就是我健硕的夫君,”布鲁图斯微笑着说: “但我 绝不想对波尔齐娅说出赫克托尔的那些话: ‘去照料织机与纺槌,去吩咐女仆们。’ 因为由于身体的天性,她固然达不到同等的刚勇作为,但在为祖国着想的心志上,她与我们一样卓越非凡。” 这些事是波尔齐娅的儿子比布鲁斯记载下来的。
- 23.1τῶν μὲν ὡς Καίσαρα, τῶν δʼ ὡς Ἀντώνιον
介词 ὡς 支配表示人的专有名词宾格(Καίσαρα, Ἀντώνιον),相当于 πρός 或 εἰς(“向……奔去”、“投奔……”)。与分词 διισταμένων 搭配,表示各部人马分别倒向恺撒或安东尼。
- 23.1ὠνίων δὲ τῶν στρατοπέδων ὥσπερ ὑπὸ κήρυκι προστιθεμένων τῷ πλέον διδόντι
独立属格结构,使用了古代公开拍卖的专业术语。短语 ὑπὸ κήρυκι(“在拍卖官主持下”)是拍卖的固定表达,动词 προστίθημι 在商业语境中指“(将拍品)判给/归于出价者”;被动分词 προστιθεμένων 生动勾勒出军队被拍卖给最高出价者的腐败情景。
- 23.3ἐκ τῶν Ἑλληνικῶν διάθεσις
διάθεσις 是艺术术语,指画作的“构图”或“题材安排”。介词短语 ἐκ τῶν Ἑλληνικῶν(中性复数)意为“取自希腊的故事/传说”,总括说明了后文以同格形式展现的赫克托尔告别图的题材出处。
- 23.6σώματος γὰρ ἀπολείπεται φύσει τῶν ἴσων ἀνδραγαθημάτων
动词 ἀπολείπομαι 支配分离/比较属格 τῶν ἴσων ἀνδραγαθημάτων(“不及同等的英勇之举”)。σώματος 通过隔置修饰 φύσει(σώματος ... φύσει,“由于身体的天性”),置于句首以与下文的方面与格 γνώμῃ(“在心志/意志方面”)形成鲜明对仗。
