← 普鲁塔克

布鲁图斯传

§22.1-22.6

年轻恺撒的崛起与布鲁图斯对西塞罗的谴责

年轻的恺撒返回罗马争取民众和军队与安东尼对抗;因西塞罗支持恺撒,布鲁图斯在信中严厉谴责西塞罗以暴易暴、甘愿屈服于新僭主的屈辱立场。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§22.1

ἐν τοιαύτῃ δὲ καταστάσει τῶν πραγμάτων ὄντων ἑτέρα γίνεται μεταβολή τοῦ νέου Καίσαρος ἐπελθόντος. οὗτος ἦν μὲν ἐξ ἀδελφιδῆς Καίσαρος, γράμματι δὲ παῖς ὑπʼ αὐτοῦ καὶ κληρονόμος ἀπολελειμμένος.1

在局势处于这种状态时,随着年轻的恺撒到来,又发生了一场变动。此人是恺撒的外甥女之子,但在遗嘱中被恺撒立为养子兼继承人。

§22.2

ἐν δʼἈπολλωνίᾳ διέτριβεν ὅτε Καῖσαρ ἀνῃρέθη, σχολάζων περὶ λόγους κἀκεῖνον ἐπὶ Πάρθους ἐλαύνειν εὐθὺς ἐγνωκότα προσμένων.

恺撒被杀时,他正逗留在阿波罗尼亚,潜心于学业,并等待着已决意立即向帕提亚进军的恺撒。

§22.3

ἅμα δὲ τῷ πυθέσθαι τὸ πάθος ἦλθεν εἰς Ῥώμην· καὶ δημαγωγίας ἀρχὴν τοὔνομα Καίσαρος θέμενος2 ἑαυτῷ καὶ διανέμων τὸ καταλειφθὲν ἀργύριον τοῖς πολίταις Ἀντώνιόν τε κατεστασίαζε καὶ χρήματα διαδιδοὺς συνίστη καὶ συνῆγε πολλοὺς τῶν ὑπὸ Καίσαρος ἐστρατευμένω.

但他一闻知这场惨祸,便来到罗马;他以自称恺撒之名为收买民心的起点,把遗留下的钱财分发给公民,与安东尼结党对抗,并散发金钱,拉拢聚集了许多曾随恺撒出征的人。

§22.4

ἐπεὶ δὲ Κικέρων τῷ πρὸς Ἀντώνιον μίσει τὰ Καίσαρος ἔπραττε, τούτῳ μὲν ὁ Βροῦτος ἐπέπληττεν ἰσχυρῶς, γράφων ὡς οὐ δεσπότην βαρύνοιτο Κικέρων, ἀλλὰ μισοῦντα δεσπότην φοβοῖτο, καὶ πολιτεύοιτο3 δουλείας αἵρεσιν φιλανθρώπου γράφων καὶ λέγων ὡς χρηστός ἐστι Καῖσαρ. οἱ δὲ πρόγονοι, φησὶν, ἡμῶν οὐδὲ πρᾴουςδεσπότας ὑπέμενον.

而当西塞罗出于对安东尼的仇恨而为恺撒效劳时,布鲁图斯严厉地斥责了他,写道:西塞罗并非不堪忍受主子,而只是害怕一个痛恨自己的主子;他借着书写和谈论恺撒是多么仁慈,从而在政治上推动对温和奴役的选择。 “然而我们的先祖,”他说, “甚至不曾容忍过温和的主子。

§22.5

αὐτῷ δʼ εἰς τοῦτο καιροῦ μήτε πολεμεῖν βεβαίως δεδόχθαι4 μήτε ἡσυχάζειν, ἀλλʼ ἓν μόνον εἶναι βεβουλευμένον, τὸ μὴ δουλεύειν· θαυμάζειν δὲ Κικέρωνος, εἰ πόλεμον μὲν ἐμφύλιον καὶ κινδυνώδη δέδοικεν,5 αἰσχρὰν δὲ καὶ ἄδοξον εἰρήνην οὐ φοβεῖται, τοῦ δʼ Ἀντώνιον ἐκβαλεῖν τῆς τυραννίδος μισθὸν αἰτεῖ τὸ Καίσαρα καταστῆσαι τύραννον.6

对他自己而言,直到此时此刻,既未断然决定开战,也未决定退隐守静,而唯一打定主意的,就是决不受奴役; 他也对西塞罗感到惊异,既然畏惧危险的内战,却不怕可耻而不光彩的和平,反而以将恺撒确立为僭主作为把安东尼逐出僭主之位的报酬。”

语法注6 条
  1. 22.1γράμματι δὲ παῖς ὑπʼ αὐτοῦ καὶ κληρονόμος ἀπολελειμμένος

    γράμματι 是表示方式或手段的与格,意为“凭遗嘱”。παῖς 与 κληρονόμος 作为完成时被动分词 ἀπολελειμμένος 的主语补足语,表示“被作为养子和继承人留置”。

  2. 22.3δημαγωγίας ἀρχὴν τοὔνομα Καίσαρος θέμενος

    双宾语(宾语与宾补)结构:τοὔνομα Καίσαρος(恺撒的名字)为直接宾语,δημαγωγίας ἀρχήν(煽动民众的起点)为其补足语,与中间位分词 θέμενος(将……设为自己的……)搭配使用。

  3. 22.4οὐ δεσπότην βαρύνοιτο Κικέρων, ἀλλὰ μισοῦντα δεσπότην φοβοῖτο, καὶ πολιτεύοιτο

    由过去时主动词 ἐπέπληττεν 引出的 ὡς 从句中的间接引语希求位(optativus obliquus)。βαρύνοιτο、φοβοῖτο 和 πολιτεύοιτο 均为现在时希求位,表示布鲁图斯在信中所陈述的指责内容(间接转述)。

  4. 22.5αὐτῷ δʼ εἰς τοῦτο καιροῦ μήτε πολεμεῖν βεβαίως δεδόχθαι

    由直接引语(由 φησίν 标志)重新转入间接引语的不定式结构。αὐτῷ 为与格,作无人称完成时不定式 δεδόχθαι 的施事或关涉对象(“对他而言”);εἰς τοῦτο καιροῦ 为副词性短语,意为“直到此时”。

  5. 22.6θαυμάζειν δὲ Κικέρωνος, εἰ πόλεμον μὲν ἐμφύλιον καὶ κινδυνώδη δέδοικεν

    动词 θαυμάζω 接表示人的属格(Κικέρωνος,对西塞罗感到惊异),其后由带有直陈式(δέδοικεν)的 εἰ 从句引出表示惊异或愤慨缘由的内容(“既然/如果他畏惧……”)。

  6. 22.6τοῦ δʼ Ἀντώνιον ἐκβαλεῖν τῆς τυραννίδος μισθὸν αἰτεῖ τὸ Καίσαρα καταστῆσαι τύραννον

    两个带冠词不定式构成的精巧结构:属格的 τοῦ ἐκβαλεῖν 修饰 μισθόν,表示代价或定义的属格(“作为将安东尼逐出僭主之位的报酬”);对格的 τὸ καταστῆσαι 则作动词 αἰτεῖ 的直接宾语(或与 μισθόν 构成同位语,“要求将恺撒立为僭主”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg061.humanitext-grc2:22.1-22.6