← 普鲁塔克

布鲁图斯传

§21.1-21.6

避居安提乌姆与缺席筹备竞技会

因畏惧暴力骚乱及安东尼的擅权,布鲁图斯等人撤离罗马暂居安提乌姆以避风头。尽管民众期盼身为裁判官的布鲁图斯亲自返城主持节庆竞技,但他戒备恺撒老兵的暗杀密谋而未敢前往,只得在遥控指挥下为赛事安排了极为豪奢的准备。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§21.1

τοῦτο τὸ πάθος μάλιστα μετά γε τὴν Ἀντωνίου μεταβολὴν δείσαντες οἱ περὶ Βροῦτον ἀνεχώρησαν ἐκ τῆς πόλεως· καὶ διέτριβον ἐν Ἀντίῳ τὸ πρῶτον ὡς, ὅταν παρακμάσῃ καὶ μαρανθῇ τὸ τῆς ὀργῆς, αὖθις εἰς Ῥώμην κατιόντες.

布鲁图斯等人尤其畏惧这起惨祸,更何况在安东尼态度转变之后,便撤出了城去;他们起初逗留在安提乌姆,打算等愤怒的高潮衰退熄灭时再返回罗马。

§21.2

ὃ ῥᾳδίως ἔσεσθαι προσεδόκων ἐν πλήθεσι φορὰς ἀσταθμήτους καὶ ταχείας φερομένοις, καὶ τὴν σύγκλητον εὔνουν ἔχοντες, ἣ τοὺς Κίνναν διασπασαμένους χαίρειν ἐάσασα1 τοὺς ἐπὶ τὰς οἰκίας τὰς ἐκείνων ἐπελθόντας ἀνεζήτει καὶ συνελάμβανεν, ἤδη δὲ καὶ ὁ δῆμος ἀχθόμενος, Ἀντωνίου σχεδὸν εἰς μοναρχίαν καθισταμένου, Βροῦτον ἐπόθει καὶ προσεδοκᾶτο τὰς θέας ἄξειν παρὼν αὐτός, ἃς ὤφειλε στρατηγῶν παρασχεῖν.

他们预期这在随无常而急骤的冲动起伏的群众中很容易实现,且有元老院对他们怀有好感,因为元老院任凭那些将辛纳撕碎的人不受惩罚,却搜捕捉拿了那些冲击他们住宅的人。不久,民众也对安东尼几乎确立独裁统治感到不满,开始怀念布鲁图斯,而且他被期待亲自到场主持他作为裁判官理应承办的竞技表演。

§21.4

αἰσθόμενος δὲ πολλοὺς τῶν ὑπὸ Καίσαρος ἐστρατευμένων καὶ γῆν καὶ πόλεις παρʼ ἐκείνου λαβόντων ἐπιβουλεύοντας αὐτῷ καὶ κατʼ ὀλίγους παρεισρέοντας εἰς τὴν πόλιν οὐκ ἐθάρρησεν ἐλθεῖν, ἀλλʼ ὁ δῆμος ἐθεᾶτο μὴ παρόντος ἐκείνου τὰς θέας, ἀφειδῶς πάνυ χορηγουμένας καὶ περιττῶς.

但他察觉到许多曾随恺撒征战并从其手中分得土地和城市的人正在对他图谋不轨,并三三两两潜入城中,因而不敢前往;于是民众是在他缺席的情况下观赏了这些竞技表演,其资助极尽慷慨奢华。

§21.5

θηρία τε γὰρ πάμπολλα συνεωνημένος ἐκέλευσε μηδὲν ἀποδόσθαι μηδʼ ὑπολιπεῖν, ἀλλὰ πᾶσι καταχρήσασθαι, καὶ τῶν περὶ τὸν Διόνυσον τεχνιτῶν αὐτὸς εἰς Νέαν πόλιν καταβὰς ἐνέτυχε πλείστοις· περὶ δὲ Κανουτίου τινὸς εὐημεροῦντος ἐν τοῖς θεάτροις ἔγραφε πρὸς τοὺς φίλους ὅπως πείσαντες αὐτὸν εἰσαγάγωσιν Ἑλλήνων γὰρ οὐδένα βιασθῆναι προσήκειν.2 ἔγραφε δὲ καὶ Κικέρωνι, πάντως παρατυχεῖν ταῖς θέαις δεόμενος.

因为他预先收购了极多的野兽,吩咐一只也不许变卖或保留,而必须全部用尽;关于酒神节艺人,他亲自前往那不勒斯,与其中许多人会面;而关于一位在剧场中大获好评的名叫卡努提乌斯的人,他写信给朋友们,让他们设法说服此人登台,因为任何希腊人都不应当受到强迫。他还写信给西塞罗,恳求他务必亲临观赏这些表演。

语法注2 条
  1. 21.2χαίρειν ἐάσασα

    成语 χαίρειν ἐάω 字面意为“任其道别”,引申为“置之不理”、“不予追究”或“放任不管”。此处指元老院放过了残杀辛纳的人,未加惩处。

  2. 21.6Ἑλλήνων γὰρ οὐδένα βιασθῆναι προσήκειν

    在由 γάρ 引导的原因从句中使用了不定词 προσήκειν。这是由于主句动词 ἔγραφε(写道)所统治的间接引语延伸到了原因从句中,如实转述了布鲁图斯本人的观点(“任何希腊人都不应当受到强迫”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg061.humanitext-grc2:21.1-21.6