- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg061.humanitext-grc2:20.1-20.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
布鲁图斯同意安东尼公开宣读恺撒遗嘱并举行国葬的要求;安东尼的煽动性演说引发民众暴乱并袭击刺客宅邸,诗人辛纳因被误认而惨遭暴民撕碎杀害。
μετὰ δὲ ταῦτα περὶ τῶν Καίσαρος διαθηκῶν καὶ ταφῆς αὐτοῦ λόγων ἐμπεσόντων, καὶ τῶν περὶ τὸν Ἀντώνιον ἀξιούντων τάς τε διαθήκας ἀναγνωσθῆναι καὶ τοῦ σώματος ἐκφορὰν γενέσθαι μὴ κεκρυμμένην μηδʼ ἄτιμον, ὡς μὴ καὶ τοῦτο παροξύνῃ τὸν δῆμον, Κάσσιος μὲν ἰσχυρῶς ἀντέλεγεν, εἶξε δὲ Βροῦτος καὶ συνεχώρησε, δεύτερον ἁμαρτεῖν τοῦτο δόξας.1
此后,当有关恺撒的遗嘱及葬礼的事项被提上讨论,且安东尼等人要求宣读遗嘱,并不应隐秘或屈辱地举行遗体出殡,以免这也激怒民众时,卡修斯坚决反对,但布鲁图斯却让步并予以同意,此举被认为是他犯下的第二个错误。
καὶ γὰρ Ἀντωνίου φεισάμενος αἰτίαν ἔσχεν ἐπιτειχίσαι τῇ συνωμοσίᾳ βαρὺν καὶ δύσμαχον πολέμιον, καὶ τὰ περὶ τὴν ταφὴν ὃν ὁ Ἀντώνιος ἠξίου τρόπον ἐάσας γενέσθαι τοῦ παντὸς σφαλῆναι.2
因为他饶过安东尼的性命,便已招致为这起密谋树立起一个强大而难以匹敌之宿敌的指责,而任由葬礼按照安东尼所要求的方式进行,更是招致了使全盘局势彻底倾覆的过失。
πρῶτον μὲν γὰρ ἐν ταῖς διαθήκαις δεδομένων κατʼ ἄνδρα Ῥωμαίοις πᾶσι δραχμῶν ἑβδομήκοντα πέντε καὶ τῷ δήμῳ τῶν πέραν τοῦ ποταμοῦ κήπων ἀπολελειμμένων, οὗ νῦν ἐστι Τύχης ἱερόν, εὔνοια θαυμαστὴ καὶ πόθος αὐτοῦ τοὺς πολίτας εἷλεν· ἔπειτα τοῦ σώματος εἰς τὴν ἀγορὰν κομισθέντος Ἀντώνιος ἔπαινον, ὥσπερ ἔθος ἐστὶ, διεξελθών, καὶ τὰ πλήθη κινούμενα πρὸς τὸν λόγον ὁρῶν, εἰς οἶκτον μετέβαλε, καὶ τὴν ἐσθῆτα λαβὼν τὴν Καίσαρος ᾑμαγμένην ἀνέπτυξεν, ἐπιδεικνύμενος τάς διακοπὰς καὶ τῶν τραυμάτων τὸ πλῆθος.
首先,由于遗嘱中给每位罗马公民分发了七十五德拉克马,并将河对岸如今建有福尔图娜神庙的庭园留给了民众,市民们心中顿生对他惊人的好感与怀念;接着,当遗体被抬入广场时,安东尼依照习俗发表了悼词,在看到群众受到演说的触动后,便转入哀泣的语调,拿起恺撒染血的衣物展开,展示那些砍刺的破口与密密麻麻的伤痕。
ἦν οὖν ἰδεῖν οὐδὲν ἔτι κόσμῳ γινόμενον·3 ἀλλʼ οἱ μὲν ἐβόων τοὺς ἀνδροφόνους ἀναιρεῖν, οἱ δʼ, ὥσπερ ἐπὶ Κλωδίου τοῦ δημαγωγοῦ πρότερον, ἀπὸ τῶν ἐργαστηρίων τὰ βάθρα καὶ τάς τραπέζας ἀνασπῶντες καὶ συγκομίζοντες εἰς ταὐτό παμμεγέθη πυρὰν ἔνησαν· καὶ τὸν νεκρὸν ἐπιθέντες ἐν μέσῳ πολλῶν μὲν ἱερῶν, πολλῶν δʼ ἀσύλων καὶ ἀβεβήλων τόπων καθήγιζον.
于是再也看不到任何秩序井然的情形:有人高喊要杀死凶手,其他人则如同昔日对待煽动家克洛狄乌斯时那样,从店铺中拆下长凳和桌案,集中到一处,堆起了一座极其巨大的火葬柴堆;他们将遗体置于其上,在众多圣所及众多不可侵犯的清净之地中央举行了火葬。
ὡς δὲ τὸ πῦρ ἐξέλαμψεν, ἀλλαχόθεν ἄλλος προσφερόμενοι καὶ δαλοὺς ἀνασπῶντες ἡμιφλέκτους διέθεον ἐπὶ τάς οἰκίας τῶν ἀνῃρηκότων αὐτὸν ὡς ἐμπρήσοντες.4
当烈火熊熊燃起时,人们纷纷从各处奔来,抽拔出半燃的柴木,冲向杀害他的人的宅邸,意欲纵火焚毁。
ἀλλʼ ἐκεῖνοι μὲν εὖ πεφραγμένοι πρότερον ἀπεκρούσαντο τὸν κίνδυνον ἦν δέ τις Κίννας, ποιητικὸς ἀνὴρ, οὐδὲν τῆς αἰτίας μετέχων, ἀλλὰ καὶ φίλος Καίσαρος γεγονώς.
但那些人因先前已做好了坚固的防备,击退了这一危险。然而有一位名叫辛纳的人,是个致力于诗歌之士,丝毫未曾参与密谋之咎,反而是恺撒的朋友。
οὗτος ὄναρ ᾤετο καλούμενος ὑπὸ Καίσαρος ἐπὶ δεῖπνον ἀρνεῖσθαι, τὸν δὲ λιπαρεῖν καὶ βιάζεσθαι, τέλος δʼ ἄγειν λαβόμενον τῆς χειρὸς εἰς ἀχανῆ τόπον καὶ σκοτεινόν, αὐτὸν δʼ ἄκοντα καὶ τεθαμβημένον ἕπεσθαι.
他在梦中以为自己受到恺撒的邀请前去赴宴并予以拒绝,恺撒却苦苦恳求并施加强迫,最终抓着他的手将他引向一个深邃而幽暗的场所,而他则不由自主且满怀恐惧地跟随其后。
ταύτην ἰδόντι τὴν ὄψιν αὐτῷ συνέβη πυρέττειν5 διὰ νυκτός· ὅμως δʼ ἕωθεν ἐκκομιζομένου τοῦ σώματος αἰδούμενος μὴ παρεῖναι προῆλθεν εἰς τὸν ὄχλον ἤδη διαγριαινόμενον.
见到此番景象后,他整夜都在发烧;但到了黎明遗体出殡时,他因耻于不到场而走向已经陷入狂暴的人群之中。
ὀφθεὶς δὲ καὶ δόξας οὐχ ὅσπερ ἦν Κίννας εἶναι,6 ἀλλʼ ἐκεῖνος ὁ Καίσαρα πρὸς τὴν ἐκκλησίαν ἔναγχος λοιδορήσας, διεσπάσθη.
但他被人看见,并被误认为不是原本的那个辛纳,而是前不久在民众集会上辱骂过恺撒的那个辛纳,因而被当场撕成了碎片。
- 20.1δεύτερον ἁμαρτεῖν τοῦτο δόξας
主格分词 δόξας 与主语布鲁图斯一致,支配不定式 ἁμαρτεῖν,τοῦτο 作内动宾格或副词性宾格(“在此事上被认为犯了第二次错误”)。δοκέω 在此具有被动态含义(“被认为……”),作为分词短语引出紧随其后的 καὶ γάρ 说明句。
- 20.2αἰτίαν ἔσχεν ἐπιτειχίσαι τῇ συνωμοσίᾳ βαρὺν καὶ δύσμαχον πολέμιον, καὶ τὰ περὶ τὴν ταφὴν ὃν ὁ Ἀντώνιος ἠξίου τρόπον ἐάσας γενέσθαι τοῦ παντὸς σφαλῆναι
αἰτίαν ἔσχεν(招致了……的指责/过失)在句法上支配两个并列的不定式短语 ἐπιτειχίσαι 与 σφαλῆναι。前者以分词 Ἀντωνίου φεισάμενος(因饶恕了安东尼)为条件/原因,后者以 ἐάσας γενέσθαι(因听任……发生)为原因。τοῦ παντὸς σφαλῆναι 意为“全盘尽失、彻底倾覆”(σφάλλω 接夺格性属格)。
- 20.5ἦν οὖν ἰδεῖν οὐδὲν ἔτι κόσμῳ γινόμενον
ἦν 加上不定式 ἰδεῖν 是表示可能性的非人称句式(相当于 ἔξεστιν,“得以看见/可以见到”)。οὐδὲν ... γινόμενον 是充当感官动词 ἰδεῖν 的补充宾语分词短语,意为“(看不见)任何事情仍在井然有序地进行”。
- 20.7ὡς ἐμπρήσοντες
ὡς 接未来时分词 ἐμπρήσοντες 表示主观意图或目的(“企图纵火焚烧/意欲烧毁”),作状语修饰主句动词 διέθεον(奔走四散)。
- 20.10ταύτην ἰδόντι τὴν ὄψιν αὐτῷ συνέβη πυρέττειν
非人称动词 συνέβη 支配与格(αὐτῷ)和不定式(πυρέττειν),构成“对某人而言发生了某事”的句式(“见过此幻象的他碰巧整夜发烧”)。ἰδόντι 是与 αὐτῷ 一致的不定过去时分词。
- 20.11δόξας οὐχ ὅσπερ ἦν Κίννας εἶναι
紧接在 δόξας(“被认为是……”)之后的不定式 εἶναι,其表语采用主格 οὐχ ὅσπερ ἦν Κίννας(“不是他原本所是的那个辛纳”),与分词的主语在格上保持一致。这表明暴民将诗人辛纳误认为是在公开集会上痛骂恺撒的那位辛纳。
