← 普鲁塔克

布鲁图斯传

§19.1-19.5

元老院决议大赦与双方的和解

元老院在盖亚神庙决议特赦刺客并提议给予荣誉,随后双方交换人质并举行和解宴会;次日安东尼获授荣誉,刺客们也被分配了各自的行省。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§19.1

οὐμὴν ἀλλὰ τῇ ὑστεραίᾳ τῆς βουλῆς συνελθούσης εἰς τὸ τῆς Γῆς ἱερόν, Ἀντωνίου δὲ καὶ Πλάγκου καὶ Κικέρωνος εἰπόντων περὶ ἀμνηστίας καὶ ὁμονοίας, ἔδοξε μὴ μόνον ἄδειαν εἶναι τοῖς ἀνδράσιν, ἀλλὰ καὶ γνώμην ὑπὲρ τιμῶν προθεῖναι τοὺς ὑπάτους,1 καὶ ταῦτʼ ἐπιψηφισάμενοι διελύθησαν.

然而第二天,元老院在盖亚神庙集会,当安东尼、普兰库斯与西塞罗发表了关于特赦与融和的演说后,元老院决议不仅给予〔布鲁图斯等〕那些人以赦免和人身安全,而且执政官还应当提出授予他们荣誉的提案;在表决通过这些决议后,他们便散会了。

§19.2

Ἀντωνίου δὲ τὸν υἱὸν εἰς τὸ Καπετώλιον ὁμηρεύσοντα πέμψαντος κατῆλθον οἱ περὶ Βροῦτον, ἀσπασμοί τε καὶ δεξιώσεις ἐγένοντο πάντων ἀναμειχθέντων.

安东尼将自己的儿子作为人质送上卡皮托尔山,布鲁图斯一行人遂走下山来;所有的人混杂在一起,互致问候与握手致意。

§19.3

καὶ Κάσσιον μὲν Ἀντώνιος εἱστία παραλαβών, Βροῦτον δὲ Λέπιδος, τοὺς δὲ ἄλλους, ὥς τις εἶχε πρὸς ἕκαστον ἢ συνηθείας ἢ φιλοφροσύνης.2

安东尼接引卡修斯并设宴款待,雷必达款待布鲁图斯,其他人则由各自对其怀有交情或善意的人分别迎请款待。

§19.4

ἅμα δʼ ἡμέρᾳ πάλιν συνελθόντες οἱ βουλευταὶ πρῶτον μὲν Ἀντωνίῳ τιμὰς ἔδοσαν ὡς καταπαύσαντι πολέμων ἐμφυλίων ἀρχήν ἔπειτα τῶν περὶ Βροῦτον ἦσαν ἔπαινοι τῶν παρόντων,3 καὶ τέλος ἐπαρχιῶν διανομαί.

拂晓时分,元老们再次集会,首先向安东尼授予荣誉,认为他平息了内战的开端;接着赞扬了在场的布鲁图斯等人,最后进行了行省的分配。

§19.5

Βρούτῳ μὲν γὰρ ἐψηφίσαντο Κρήτην, Κασσίῳ δὲ Λιβύην, Τρεβωνίῳ δὲ Ἀσίαν καὶ Κίμβρῳ Βιθυνίαν, τῷ δʼ ἑτέρῳ Βρούτῳ τὴν περὶ τὸν Ἠριδανὸν Γαλατίαν.

他们决议将克里特授予布鲁图斯,将利比亚授予卡修斯,将亚细亚授予特雷波尼乌斯,将比提尼亚授予辛伯,并将埃里达诺斯河一带的高卢授予另一个布鲁图斯。

语法注3 条
  1. 19.1γνώμην ὑπὲρ τιμῶν προθεῖναι τοὺς ὑπάτους

    依附于非人称动词 ἔδοξε 的不定式从句。前后两分句均为宾格加不定式结构(accusativus cum infinitivo):前半句 μὴ μόνον ἄδειαν εἶναι τοῖς ἀνδράσιν 以宾格 ἄδειαν 作 εἶναι 的逻辑主语并搭配与格表示存在,经并列连词 ἀλλὰ καί 之后,后半句转为由宾格 τοὺς ὑπάτους 充当不定式 προθεῖναι 的逻辑主语。

  2. 19.3ὥς τις εἶχε πρὸς ἕκαστον ἢ συνηθείας ἢ φιλοφροσύνης

    由关系副词 ὡς 与动词 ἔχω 及表示程度或性质的部分属格(συνηθείας ἢ φιλοφροσύνης)结合而成的句式,意为“依照各自在交情或好感上的程度”。承接前分句,主要动词 εἱστία(款待)在此处被承前省略。

  3. 19.4τῶν περὶ Βροῦτον ἦσαν ἔπαινοι τῶν παρόντων

    针对名词 ἔπαινοι,τῶν περὶ Βροῦτον 作宾格性属格(表示“对布鲁图斯一行的赞扬”),而 τῶν παρόντων 则作为同位语分词与该属格短语并置修饰,明确指出布鲁图斯一行当时亲临元老院会场。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg061.humanitext-grc2:19.1-19.5