← 普鲁塔克

布鲁图斯传

§18.1-18.14

刺杀后的演说与退守卡皮托尔山

凯撒遇刺后引起一阵混乱,布鲁图斯等人饶恕了安东尼并退往卡皮托尔山,随后下山来到广场发表合格演说;然而辛纳对凯撒的谴责激怒了民众,迫使他们再度撤回卡皮托尔山。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§18.1

οὕτω δʼ ἀποθανόντος αὐτοῦ Βροῦτος μὲν εἰς μέσον προελθὼν ἐβούλετο λέγειν καὶ κατεῖχε θαρρύνων τὴν σύγκλητον· ἡ δʼ ὑπὸ δέους ἔφευγεν ἀτάκτως, καὶ περὶ τὰς θύρας ὠθισμὸς ἦν καὶ τάραχος, οὐδενὸς διώκοντος οὐδὲ κατεπείγοντος.

凯撒就这样死去后,布鲁图斯走上前来到厅堂中央打算发言,并好言安慰元老院以挽留他们;但元老们因恐惧而乱作一团四散奔逃,尽管并无任何人追赶或威逼,门前依然一片拥挤与骚乱。

§18.2

ἰσχυρῶς γὰρ ἐδέδοκτο μηδένα κτείνειν ἕτερον, ἀλλὰ πάντας ἐπὶ τὴν ἐλευθερίαν ἀνακαλεῖσθαι.

因为他们原本就坚定地决定不杀其他任何人,而是号召所有人走向自由。

§18.3

καὶ τοῖς μὲν ἄλλοις πᾶσιν, ὁπηνίκα διεσκοποῦντο τὴν πρᾶξιν, ἤρεσκεν Ἀντώνιον ἐπισφάττειν Καίσαρι,1 μοναρχικὸν ἄνδρα καὶ ὑβριστὴν, ἰσχύν τε πεποιημένον ὁμιλίᾳ καὶ συνηθείᾳ πρὸς τὸ στρατιωτικόν, καὶ μάλισθʼ ὅτι τῷ φύσει σοβαρῷ καὶ μεγαλοπράγμονι προσειλήφει τὸ τῆς ὑπατείας ἀξίωμα τότε Καίσαρι συνάρχων. ἀλλὰ Βροῦτος ἐνέστη πρὸς τὸ βούλευμα, πρῶτον μὲν ἰσχυριζόμενος τῷ δικαίῳ, δεύτερον δʼ ὑποτιθεὶς ἐλπίδα τῆς μεταβολῆς.

当他们策划这一行动时,其他所有人都主张在凯撒之外连同安东尼一并诛杀,因为他是个专制而傲慢的人,凭借与军伍的交往和熟识积累了势力,尤其是他本性高傲且野心勃勃,当时又作为凯撒的同僚执政官而兼具了执政官的威仪;但布鲁图斯反对这一计划,首先是坚持正义原则,其次是寄希望于他的转变。

§18.5

οὐ γὰρ ἀπεγίνωσκεν εὐφυᾶ καὶ φιλότιμον ἄνδρα καὶ δόξης ἐραστὴν τὸν Ἀντώνιον, ἐκποδὼν Καίσαρος γενομένου, συνεφάψεσθαι τῇ πατρίδι τῆς ἐλευθερίας,2 ἐπισπασθέντα τῷ ζήλῳ πρὸς τὸ καλὸν ὑπʼ αὐτῶν.

因为他并未放弃这样的希望:安东尼——一个赋有天赋、富有进取心且渴望名声的人——在凯撒被除掉之后,会因争胜之心被他们吸引向崇高德行,从而与祖国携手去争取自由。

§18.6

οὕτω μὲν Ἀντώνιον Βροῦτος περιεποίησεν ἐν δὲ τῷ τότε φόβῳ μεταβαλὼν ἐσθῆτα δημοτικὴν ἔφυγεν.

布鲁图斯就这样保全了安东尼;但在当时的那种恐慌中,安东尼换上平民的服装逃走了。

§18.7

οἱ δὲ περὶ Βροῦτον εἰς τὸ Καπετώλιον ἐχώρουν, ᾑμαγμένοι τὰς χεῖρας, καὶ τὰ ξίφη γυμνὰ δεικνύντες ἐπὶ τὴν ἐλευθερίαν παρεκάλουν τοὺς πολίτας.

布鲁图斯一行人则双手染满鲜血,亮出出鞘的短剑,号召市民们争取自由,向着卡皮托尔山进发。

§18.8

τὸ μὲν οὖν πρῶτον ἦσαν ἀλαλαγμοί, καὶ διαδρομαὶ τῷ πάθει κατὰ τύχην ἐπιγινόμεναι πλείονα τὸν θόρυβον ἐποίησαν· ὡς δʼοὔτε φόνος ἄλλος οὔθʼ ἁρπαγή τινος ἐγίνετο τῶν κειμένων, θαρροῦντες ἀνέβαινον οἵ τε βουλευταὶ καὶ τῶν δημοτῶν πολλοὶ πρὸς τοὺς ἄνδρας εἰς τὸ Καπετώλιον.

起初四下里尽是一片惊叫,伴随这起惨案而偶然发生的人群奔逃更增添了骚乱;但当看到既没有发生其他杀戮,也没有劫掠遗留财物的现象时,元老们和平民中的许多人都放下心来,上山前往卡皮托尔去见他们。

§18.10

ἁθροισθέντος δὲ τοῦ πλήθους διελέχθη Βροῦτος ἐπαγωγὰ τοῦ δήμου καὶ πρέποντα τοῖς πεπραγμένοις.

民众聚集起来之后,布鲁图斯发表了一篇能打动民众且与所做之事相称的演说。

§18.11

ἐπαινούντων δὲ καὶ κατιέναι βοώντων θαρροῦντες κατέβαινον εἰς ἀγοράν, οἱ μὲν ἄλλοι συνεπόμενοι μετʼ ἀλλήλων, Βροῦτον δὲ πολλοὶ τῶν ἐπιφανῶν περιέποντες ἐν μέσῳ πάνυ λαμπρῶς κατῆγον ἀπὸ τῆς ἄκρας καὶ κατέστησαν ἐπὶ τῶν ἐμβόλων.

在人们的赞许和要求他们下山的呼喊声中,他们放心地走下广场;其他人彼此相随同行,而许多显贵则簇拥着居于中央的布鲁图斯,极为风光地将他从卫城领下,并让他站到讲坛之上。

§18.12

πρὸς δὲ τὴν ὄψιν οἱ πολλοί, καίπερ μιγάδες ὄντες καὶ παρεσκευασμένοι θορυβεῖν, διέτρεσαν καὶ τὸ μέλλον ἐδέχοντο κόσμῳ καὶ σιωπῇ.

面对这一景象,大众尽管成分驳杂且本已准备制造骚乱,却也心生畏惧,秩序井然、肃静无声地等待接下来的事情。

§18.13

προελθόντος δʼ αὐτοῦ πάντες ἡσυχίαν τῷ λόγῳ παρέσχον ὅτι δʼ οὐ πᾶσι πρὸς ἡδονὴν ἐγεγόνει τὸ ἔργον, ἐδήλωσαν ἀρξαμένου λέγειν Κίννα καὶ κατηγορεῖν Καίσαρος ἀναρρηγνύμενοι πρὸς ὀργὴν καὶ κακῶς τὸν Κίνναν λέγοντες, ὥστε πάλιν τοὺς ἄνδρας εἰς τὸ Καπετώλιον ἀπελθεῖν.

当布鲁图斯走上前时,所有人都保持肃静倾听他的讲话;但这一行动并非合乎所有人的心意,这一点在辛纳开始发言并谴责凯撒时暴露无遗,他们勃然大怒,对辛纳破口大骂,致使那些刺客又退回了卡皮托尔山。

§18.14

ἔνθα δὴ δεδιὼς πολιορκίαν ὁ Βροῦτος ἀπέπεμπε τοὺς ἀρίστους τῶν συναναβάντων, οὐκ ἀξιῶν τῆς αἰτίας μὴ μετέχοντας αὐτοὺς συνυποδύεσθαι τὸν κίνδυνον.3

于是布鲁图斯唯恐遭到围攻,便将同他们一起上山的显贵人士遣送离开,认为他们既然与这一罪责无涉,就不应共同承担危险。

语法注3 条
  1. 18.3ἐπισφάττειν Καίσαρι

    动词 ἐπισφάζω 原指在牺牲之上再杀牺牲献祭,与格 Καίσαρι 受复合动词前缀 ἐπί 支配,表示“在凯撒之上再杀(安东尼)”即“连同凯撒一起将安东尼诛杀”。

  2. 18.5συνεφάψεσθαι τῇ πατρίδι τῆς ἐλευθερίας

    复合动词 συνεφάπτομαι 兼带伴随/利益与格(τῇ πατρίδι,“与祖国一起/为了祖国”)和目标属格(τῆς ἐλευθερίας,“执取/争取自由”),表示“与祖国携手争取自由”。

  3. 18.14οὐκ ἀξιῶν τῆς αἰτίας μὴ μετέχοντας αὐτοὺς συνυποδύεσθαι τὸν κίνδυνον

    οὐκ ἀξιῶν(“认为不当/不应”)引导不定式复合结构(αὐτοὺς συνυποδύεσθαι τὸν κίνδυνον)。带 μή 的分词 μὴ μετέχοντας 具有条件或原因含义(“既然他们并未参与”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg061.humanitext-grc2:18.1-18.14