- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg061.humanitext-grc2:17.1-17.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
凯撒步入议事厅后被伪装请愿的同谋者包围,随着辛伯发出信号与卡斯卡刺出第一剑,众人一拥而上。凯撒起初奋力反抗,但见布鲁图斯也拔剑刺来,便用托加蒙头放弃挣扎,倒在血泊中。
τῆς δὲ βουλῆς εἰς τὴν ἐξέδραν προεισελθούσης οἱ μὲν ἄλλοι τὸν δίφρον τοῦ Καίσαρος περιέστησαν ὡς ἐντυγχάνειν τι μέλλοντες αὐτῷ.
元老院议员们先进入大厅后,其余的人便围在凯撒的座椅周围,仿佛要向他呈递某种请愿。
καὶ Κάσσιον μὲν λέγεται τρέποντα τὸ πρόσωπον εἰς τὴν εἰκόνα τοῦ Πομπηΐου παρακαλεῖν ὥσπερ αἰσθανόμενον,1 Τρεβώνιος δὲ περὶ τὰς θύρας Ἀντώνιον ἐπισπασάμενος καὶ προσομιλῶν ἔξω κατέσχε.
据说卡修斯把脸转向庞培的塑像,向〔庞培〕祈求,就仿佛他有知觉一般;而特雷博尼乌斯则在门旁拉住安东尼,同他攀谈并将其留在门外。
Καίσαρι δὲ εἰσιόντι μὲν ἡ σύγκλητος ὑπεξανέστη, καθεζόμενον δʼ εὐθὺς ἐκεῖνοι περιέσχον ἁθρόοι, Τίλλιον Κίμβρον ἐξ ἑαυτῶν προβάλλοντες ὑπὲρ ἀδελφοῦ φυγάδος δεόμενον· καὶ συνεδέοντο πάντες, ἁπτόμενοί τε χειρῶν καὶ στέρνα καὶ κεφαλὴν κατεφίλουν.
凯撒进来时,元老院起立致敬;但他刚一坐下,同谋者们便一拥而上将他围住,从他们当中推举出蒂利乌斯·辛伯,为被流放的兄长求情;所有人都一同祈求,触摸他的双手,亲吻他的胸膛和头部。
ἀποτριβομένου δὲ τὰς δεήσεις τὸ πρῶτον, εἶθʼ, ὡς οὐκ ἀνίεσαν, ἐξανισταμένου βίᾳ,2 Τίλλιος μὲν ἀμφοτέραις ταῖς χερσὶν ἐκ τῶν ὤμων κατέσπασε τὸ ἱμάτιον, Κάσκας δὲ πρῶτος ʽεἱστήκει γὰρ ὄπισθενʼ ἀνασπάσας τὸ ξίφος διελαύνει, οὐκ εἰς βάθος, παρὰ τὸν ὦμον.
凯撒起初推拒这些恳求,随后因他们不肯罢休而欲强行起身,此时蒂利乌斯用双手从肩上拉下凯撒的托加袍,而打出第一击的卡斯卡——他正站在背后——拔出剑来刺向他的肩部,但刺得不深。
ἀντιλαμβανομένου δὲ τῆς λαβῆς τοῦ Καίσαρος καὶ μέγα Ῥωμαϊστὶ ἀνακραγόντος, ἀνόσιε Κάσκα, τί ποιεῖς; ἐκεῖνος Ἑλληνιστὶ τὸν ἀδελφὸν προσαγορεύσας ἐκέλευσε βοηθεῖν.
凯撒一把抓住剑柄,用拉丁语大喊:“该死的卡斯卡,你在干什么?”卡斯卡则用希腊语呼唤他的兄弟前来相助。
ἤδη δὲ παιόμενος ὑπὸ πολλῶν καὶ κύκλῳ περιβλέπων καὶ διώσασθαι βουλόμενος, ὡς εἶδε Βροῦτον ἑλκόμενον ξίφος ἐπʼ αὐτόν, τὴν χεῖρα τοῦ Κάσκα κρατῶν ἀφῆκε, καὶ τῷ ἱματίῳ τὴν κεφαλὴν ἐγκαλυψάμενος παρέδωκε τὸ σῶμα ταῖς πληγαῖς.
凯撒已被众人击打,环顾四周并试图推开他们,但当他看到布鲁图斯向他拔剑时,便放开了所抓着的卡斯卡的手,用袍子蒙住头,任由身体遭受打击。
οἱ δʼἀφειδῶς ἀναπεπλεγμένοι πολλοῖς περὶ τὸ σῶμα χρώμενοι τοῖς ξίφεσιν3 ἀλλήλους ἐτίτρωσκον, ὥστε καὶ Βροῦτον εἰς τὴν χεῖρα πληγὴν λαβεῖν τοῦ φόνου συνεφαπτόμενον, πίμπλασθαι δὲ τοῦ αἵματος ἅπαντας.
同谋者们毫不留情地纠缠在一起,在身体周围挥动许多短剑,甚至伤及彼此,以至于布鲁图斯在参与刺杀时手上也受了伤,所有人都沾满了鲜血。
- 17.2ὥσπερ αἰσθανόμενον
阳性宾格分词 αἰσθανόμενον 与 παρακαλεῖν 省略的宾语(即雕像所代表的庞培)在语法上保持一致。它并未与阴性名词 εἰκών 一致,而是将庞培本人视为祈求对象,意为“仿佛他能感知一般”。
- 17.4ἀποτριβομένου δὲ τὰς δεήσεις τὸ πρῶτον, εἶθʼ, ὡς οὐκ ἀνίεσαν, ἐξανισταμένου βίᾳ
不带显式主语的属格绝对结构,其逻辑主语由前文可知为凯撒。它首先交代了凯撒起初推拒请求、继而强行起身的背景情境,随后引出以 Τίλλιος μὲν 和 Κάσκας δὲ 为主语的主句动作。
- 17.7ἀφειδῶς ἀναπεπλεγμένοι πολλοῖς περὶ τὸ σῶμα χρώμενοι τοῖς ξίφεσιν
分词 ἀναπεπλεγμένοι(完成被动态,“纠缠在一起”)与 χρώμενοι(现在中间态,“使用”)连用,勾勒出刺客们在身体周围拥挤混战的场面。与 χρώμενοι 搭配的与格中,πολλοῖς 处于谓语位置修饰 τοῖς ξίφεσιν,表示“挥动许多短剑”。
