← 普鲁塔克

布鲁图斯传

§16.1-16.5

莱纳斯密谈引发的虚惊与布鲁图斯的镇定

凯撒抵达后,莱纳斯上前与他长谈,导致密谋者怀疑事泄并准备自尽,但布鲁图斯从莱纳斯的举止中看出这只是私事陈情,从而稳定了众人的阵脚。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§16.1

ἤδη δὲ Καῖσαρ ἀπηγγέλλετο προσιών ἐν φορείῳ κομιζόμενος. ἐγνώκει γὰρ ἐπὶ τοῖς ἱεροῖς ἀθυμῶν μηδὲν ἐπικυροῦν τότε τῶν μειζόνων, ἀλλʼ ὑπερβάλλεσθαι σκηψάμενος ἀσθένειαν.

不久便有人通报,凯撒乘着轿子正朝这里来。原来他因祭牲不祥而心灰意冷,决意当时不批准任何重大决议,而要借口身体不适将其推迟。

§16.2

ἐκβάντι δʼ αὐτῷ τοῦ φορείου προσρυεὶς Ποπίλιος Λαίνας, ἐκεῖνος ὁ μικρῷ πρόσθεν εὐξάμενος τοῖς περὶ Βροῦτον ἐπιτυγχάνειν καί κατορθοῦν, διελέγετο πλείω χρόνον ἐφισταμένῳ καί προσέχοντι τὸν νοῦν.

当他走出轿子时,不久前曾祝愿布鲁图斯一行事成顺利的那位波皮利乌斯·莱纳斯迎上前去,与停下脚步并专注倾听的凯撒交谈了相当长的时间。

§16.3

οἱ δὲ συνωμόται ʽλεγέσθω γὰρ οὕτωςʼ τῆς μὲν φωνῆς οὐκ ἐπαΐοντες αὐτοῦ, τεκμαιρόμενοι δʼ ἀφʼ ὧν ὑπενόουν μήνυσιν εἶναι τῆς ἐπιβουλῆς τὴν κοινολογίαν,1 ἀνέπεσόν τε ταῖς γνώμαις, καί πρὸς ἀλλήλους ἔβλεψαν ἀνθομολογούμενοι διὰ τῶν προσώπων ὡς χρὴ μὴ περιμένειν σύλληψιν, ἀλλʼ εὐθὺς ἀποθνῄσκειν διʼ αὑτῶν.

同谋者们——姑且如此称呼他们——虽然听不见他的声音,却根据自己的疑心推断那番密谈是对阴谋的告发,因而意志消沉,彼此对视,透过神色相互心领神会,认为切不可坐以待捕,而应当立即自决身亡。

§16.4

Κασσίου δʼ ἤδη καί τινων ἄλλων τὰς χεῖρας ἐπιβεβληκότων ταῖς λαβαῖς ὑπὸ τὰ ἱμάτια καί σπωμένων τὰ ἐγχειρίδια, Βροῦτος ἐγκατιδὼν τῷ τοῦ Λαίνα σχήματι δεομένου σπουδὴν καί οὐχὶ κατηγοροῦντος,2 ἐφθέγξατο μὲν οὐδὲν διὰ τὸ πολλοὺς ἀλλοτρίους ἀναμεμῖχθαι, φαιδρῷ δὲ τῷ προσώπῳ τοὺς περὶ Κάσσιον ἐθάρρυνε.

当卡修斯和其他数人已经将手按在衣袍下的刀柄上准备拔出短剑时,布鲁图斯看出莱纳斯的举止姿态带着恳求者的热切而非告发者的神情,因为有许多外人混杂在旁,他没有出声,却以明朗的面容鼓励了卡修斯等人。

§16.5

καί μετὰ μικρὸν ὁ Λαίνας τὴν δεξιὰν τοῦ Καίσαρος καταφιλήσας ἀπέστη, φανερὸς γενόμενος ὡς ὑπὲρ ἑαυτοῦ καί τῶν αὑτῷ τινος διαφερόντων ἐποιεῖτο τὴν ἔντευξιν.

片刻之后,莱纳斯亲吻了凯撒的右手便转身退下,事实清楚地表明,他进行面谈是为自身以及与自己利益相关的某件事情。

语法注2 条
  1. 16.3τεκμαιρόμενοι δʼ ἀφʼ ὧν ὑπενόουν μήνυσιν εἶναι τῆς ἐπιβουλῆς τὴν κοινολογίαν

    介词短语 ἀφʼ ὧν 相当于 ἀπὸ τούτων ἅ(先行词省略及关系代名词的吸引),意为“根据他们所怀疑的事”。分词 τεκμαιρόμενοι 引导带不定式的宾语从句,其中 τὴν κοινολογίαν 为不定式的对格主语,μήνυσιν 为带有 εἶναι 的表语名词,意为“推测那番密谈是对阴谋的告发”。

  2. 16.4ἐγκατιδὼν τῷ τοῦ Λαίνα σχήματι δεομένου σπουδὴν καί οὐχὶ κατηγοροῦντος

    复合动词 ἐγκαθοράω 同时带与格 τῷ τοῦ Λαίνα σχήματι(“在莱纳斯的举止身态中”)和直接宾语对格 σπουδήν(“热切/热诚”)。属格分词 δεομένου 与 κατηγοροῦντος 作修饰 σπουδήν 的属格,表示特征或所属(“恳求者的热切,而非告发者的热切”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg061.humanitext-grc2:16.1-16.5