- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg061.humanitext-grc2:13.1-13.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
波尔基娅察觉到布鲁图斯因密谋的重压而内心苦恼,遂以利刃自割大腿、强忍剧痛以证明自己的坚韧与忠诚,请求分担秘密,布鲁图斯为此深为震撼与感动。
ὁ δὲ Βροῦτος, ἅτε δὴ τὰ πρῶτα τῆς Ῥώμης φρονήματα καί γένη καί ἀρετὰς ἐξηρτημένος ἑαυτοῦ καί περινοῶν πάντα τὸν κίνδυνον, ἔξω μὲν ἐπειρᾶτο κατέχειν παρʼ ἑαυτῷ καί κατακοσμεῖν τὴν διάνοιαν, οἴκοι δὲ καί νύκτωρ οὐκ ἦν ὁ αὐτός, ἀλλὰ τὰ μὲν ἄκοντα τῶν ὕπνων αὐτὸν ἡ φροντὶς ἐξέφερε, τὰ δὲ μᾶλλον ἐνδυόμενος τῷ λογισμῷ1 καί διατρίβων ἐν ταῖς ἀπορίαις οὐκ ἐλάνθανε τὴν γυναῖκα συναναπαυομένην, ὅτι μεστός ἐστι ταραχῆς ἀήθους καί κυκλεῖ τι παρʼ ἑαυτῷ δύσφορον βούλευμα καί δυσεξέλικτον.
然而布鲁图斯既然将罗马最杰出的气概、门第和德行维系于己身,并深思整场危机,对外便极力把心绪抑于心中、镇定心神;但在家中和夜间,他却判若两人:时而被忧虑不由自主地从睡梦中惊醒,时而更深地陷入沉思,徘徊于种种困境之间,致使与他共寝的妻子察觉到他满腹异常的骚乱,并在心中盘算着某种沉重而难解的密谋。
ἡ δὲ Πορκία θυγάτηρ μὲν, ὥσπερ εἴρηται, Κάτωνος ἦν, εἶχε δʼ αὐτὴν ὁ Βροῦτος ἀνεψιὸς ὢν οὐκ ἐκ παρθενίας, ἀλλὰ τοῦ προτέρου τελευτήσαντος ἀνδρὸς ἔλαβε κόρην οὖσαν ἔτι καί παιδίον ἔχουσαν ἐξ ἐκείνου μικρόν, ᾧ Βύβλος ἦν ὄνομα· καί τι βιβλίδιον μικρὸν ἀπομνημονευμάτων Βρούτου γεγραμμένον ὑπʼ αὐτοῦ διασῴζεται.
波尔基娅正如前文所述,是加图的女儿;布鲁图斯作为她的表兄,并非在她未嫁之时娶她,而是在其前夫亡故后,趁她尚年轻且育有一名与前夫所生幼子(名为比布鲁斯)时娶了她;由比布鲁斯撰写的一部关于布鲁图斯的简短回忆录至今仍流传存世。
φιλόστοργος δʼ ἡ Πορκία καί φίλανδρος οὖσα καί μεστὴ φρονήματος νοῦν ἔχοντος, οὐ πρότερον ἐπεχείρησεν ἀνερέσθαι τὸν ἄνδρα περὶ τῶν ἀπορρήτων ἢ λαβεῖν ἑαυτῆς τοιαύτην διάπειραν.2
波尔基娅深情、笃爱丈夫,且满怀理智通达的崇高气概,但在对自己施加如下考验之前,她并未试图探问丈夫的秘密。
λαβοῦσα μαχαίριον ᾧ τοὺς ὄνυχας οἱ κουρεῖς ἀφαιροῦσι, καί πάσας ἐξελάσασα τοῦ θαλάμου τὰς ὀπαδούς, τομὴν ἐνέβαλε τῷ μηρῷ βαθεῖαν, ὥστε ῥύσιν αἵματος πολλὴν γενέσθαι καί μετὰ μικρὸν ὀδύνας τε νεανικὰς καί φρικώδεις πυρετοὺς ἐπιλαβεῖν ἐκ τοῦ τραύματος.
她拿了一把理发师用来修剪指甲的小刀,将侍女悉数遣出寝室,在自己的大腿上割开一道深痕,以致血流如注,不久便因伤口引致剧痛与发颤的高烧。
ἀγωνιῶντος δὲ τοῦ Βρούτου καί δυσφοροῦντος ἐν ἀκμῇ τῆς ἀλγηδόνος οὖσα διελέχθη πρὸς αὐτὸν οὕτως· ἐγὼ, Βροῦτε, Κάτωνος οὖσα θυγάτηρ εἰς τὸν σὸν ἐδόθην οἶκον οὐχ ὥσπερ αἱ παλλακευόμεναι, κοίτης μεθέξουσα καί τραπέζης μόνον, ἀλλὰ κοινωνὸς μὲν ἀγαθῶν εἶναι, κοινωνὸς δὲ ἀνιαρῶν.
在布鲁图斯焦虑不安、痛苦万分之际,她正处于疼痛的顶点,遂对他如此说道: “布鲁图斯,我身为加图之女,归入你的家室,绝非如同姬妾一般仅为分担床第与餐席,而是为了同甘,更是为了共苦。
τὰ μὲν οὖν σὰ πάντα περὶ τὸν γάμον ἄμεμπτα· τῶν δὲ παρʼ ἐμοῦ τίς ἀπόδειξις ἢ χάρις, εἰ μήτε σοι πάθος ἀπόρρητον συνδιοίσω μήτε φροντίδα πίστεως δεομένην;
对于婚姻,你所做的一切皆无可指摘;然而若我既不能同你分担隐秘的苦楚,亦不能共受需要信赖的忧虑,那么我又有何凭据与情义可言?
οἶδʼ ὅτι γυναικεία φύσις ἀσθενὴς δοκεῖ λόγον ἐνεγκεῖν ἀπόρρητον ἀλλʼ,ʼ ἔστι τίς, ὦ Βροῦτε, καί τροφῆς ἀγαθῆς καί ὁμιλίας χρηστῆς εἰς ἦθος ἰσχύς·
我知道妇人的天性被认为过于孱弱,无法保守秘密;然而,布鲁图斯,良好的熏陶与高贵的交往对于德性亦自有其刚强的力量; 况且在我身上,既添了是加图之女的身分,又添了是布鲁图斯之妻的名分。
ἐμοὶ δὲ καί τὸ Κάτωνος εἶναι θυγατέρα καί τὸ Βρούτου γυναῖκα πρόσεστιν οἷς πρότερον μὲν ἧττον ἐπεποίθειν, νῦν δʼ ἐμαυτὴν ἔγνωκα καί πρὸς πόνον ἀήττητον εἶναι.
对这些我先前虽较少倚恃,如今却深知自己面对苦痛亦是不可战胜的。”
ταῦτʼ εἰποῦσα δείκνυσιν αὐτῷ τὸ τραῦμα καί διηγεῖται τὴν πεῖραν. ὁ δʼ ἐκπλαγεὶς καί ἀνατείνας τὰς χεῖρας ἐπεύξατο δοῦναι τοὺς θεοὺς αὐτῷ κατορθοῦντι τὴν πρᾶξιν ἀνδρὶ Πορκίας ἀξίῳ φανῆναι.3 καί τότε μὲν ἀνελάμβανε τὴν γυναῖκα.
说罢,她向他展示伤口,并告知了自己的考验。布鲁图斯大为震惊,高举双手祈求神明赐福,使他行动功成,得以显出自己配作波尔基娅的丈夫。当时他便悉心照料妻子。
- 13.2τὰ μὲν ἄκοντα τῶν ὕπνων αὐτὸν ἠ φροντὶς ἐξέφερε, τὰ δὲ μᾶλλον ἐνδυόμενος τῷ λογισμῷ
τὰ μέν ... τὰ δέ 为副词性宾格,表示对照,“时而……时而……”或“一方面……另一方面……”。在句法上发生了主语转换:前半句以 ἡ φροντίς 为主语支配 ἐξέφερε,后半句主语则转回布鲁图斯本人,分词 ἐνδυόμενος 与 διατρίβων 作主语补足成分与 οὐκ ἐλάνθανε 连用。
- 13.4οὐ πρότερον ἐπεχείρησεν ἀνερέσθαι τὸν ἄνδρα περὶ τῶν ἀπορρήτων ἢ λαβεῖν ἑαυτῆς τοιαύτην διάπειραν
οὐ πρότερον ... ἤ 后接不定式(λαβεῖν),构成惯用句式,意为“在……之前绝不 / 直到……才……”。ἑαυτῆς 是 διάπειραν 的宾格性属格,意为“对自身的考验”。
- 13.11ἐπεύξατο δοῦναι τοὺς θεοὺς αὐτῷ κατορθοῦντι τὴν πρᾶξιν ἀνδρὶ Πορκίας ἀξίῳ φανῆναι
祈祷动词 ἐπεύξατο 引出带宾格的不定式结构(τοὺς θεοὺς δοῦναι),动词 δοῦναι 又进一步支配不定式 φανῆναι,意为“赐予/允准……”。φανῆναι 的逻辑主语由 δοῦναι 的与格补足语 αὐτῷ 体现,状语分词 κατορθοῦντι 及作 φανῆναι 表语补足语的名词短语 ἀνδρὶ Πορκίας ἀξίῳ 均依格的呼应而采用与格。
