- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg061.humanitext-grc2:14.1-14.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
密谋者选定在凯撒预计出席的庞培柱廊元老院会议上动手;在三月十五日当天,布鲁图斯一行镇定自若地主持大法官的司法事务,静候凯撒的到来。
προγραφείσης δὲ βουλῆς, εἰς ἣν ἐπίδοξος ἦν ἀφίξεσθαι Καῖσαρ, ἔγνωσαν ἐπιχειρεῖν· καὶ γὰρ ἁθρόοι μετʼ ἀλλήλων ἀνυπόπτως ἔσεσθαι τότε, καὶ πάντας ἕξειν1 ὁμοῦ τοὺς ἀρίστους καὶ πρώτους ἄνδρας, ἔργου μεγάλου πραχθέντος εὐθὺς ἀντιλαμβανομένους τῆς ἐλευθερίας.
当预告将举行一场凯撒预计出席的元老院会议时,他们决定动手;因为他们认为,届时他们不仅能够聚在一处而不致引起怀疑,而且还能让所有最优秀、最显要的人士齐聚身旁,一旦大业告成,这些人便会立即挺身重握自由。
ἐδόκει δὲ καὶ τὸ τοῦ τόπου θεῖον εἶναι καὶ πρὸς αὐτῶν2 στοὰ γὰρ ἦν μία τῶν περὶ τὸ θέατρον, ἐξέδραν ἔχουσα ἐν ᾗ Πομπηΐου τις εἰκὼν εἱστήκει, τῆς πόλεως στησαμένης ὅτε ταῖς στοαῖς καὶ τῷ θεάτρῳ τὸν τόπον ἐκεῖνον ἐκόσμησεν.
此外,连那地点的情况似乎也出于神意且偏袒他们;因为剧场周围的一座柱廊中有一处半圆形座席,其间伫立着一尊庞培的雕像,那是该城在庞培以柱廊与剧场装饰该地时为他建立的。
εἰς ταύτην οὖν ἡ σύγκλητος ἐκαλεῖτο τοῦ Μαρτίου μηνὸς μάλιστα μεσοῦντος ʽεἰδοὺς Μαρτίας τὴν ἡμέραν Ῥωμαῖοι καλοῦσιν̓, ὥστε καὶ δαίμων τις ἐδόκει τὸν ἄνδρα τῇ Πομπηΐου δίκῃ προσάξειν.
因此,当三月将近过半之时(罗马人称此日为三月的伊德斯日),元老院被召集于此,以致仿佛某种神明正将此人引向庞培的报应。
ἐλθούσης δὲ τῆς ἡμέρας Βροῦτος μὲν ὑποζωσάμενος ἐγχειρίδιον μόνης συνειδυίας τῆς γυναικὸς προῆλθεν, οἱ δʼ ἄλλοι πρὸς Κάσσιον ἁθροισθέντες τὸν υἱὸν αὐτοῦ τὸ καλούμενον ἀνδρεῖον ἱμάτιον ἀναλαμβάνοντα κατῆγον εἰς ἀγοράν.
当那一日来临,布鲁图斯在唯有妻子一人知情的情形下贴身佩带匕首出门;其他人则聚集在卡修斯处,护送着正换上所谓的成年男子外袍的卡修斯之子前往广场。
ἐκεῖθεν δὲ πάντες εἰς τὴν Πομπηΐου στοὰν ἐμβαλόντες διέτριβον, ὡς αὐτίκα Καίσαρος ἀφιξομένου πρὸς τὴν σύγκλητον.
从那里,众人一同前往庞培柱廊守候,因为凯撒预计即刻便会抵达元老院。
ἔνθα δὴ μάλιστα τῶν ἀνδρῶν τὸ ἀπαθὲς καὶ παρὰ τὰ δεινὰ καθεστηκὸς ἐθαύμασεν ἄν τις εἰδὼς τὸ μέλλον,3 ὅτι πολλοῖς διὰ τὸ στρατηγεῖν ἀναγκαζόμενοι χρηματίζειν οὐ μόνον πρᾴως ἠκροῶντο τῶν ἐντυγχανόντων καὶ διαφερομένων ὥσπερ σχολάζοντες, ἀλλὰ καὶ τὰς κρίσεις ἑκάστοις ἀκριβεῖς καὶ μετὰ γνώμης ἐδίδοσαν, ἐπιμελῶς προσέχοντες.
在那里,知晓未来的人定会最叹服于这群人的从容不迫以及大难临头时的处变不惊;因为由于担任大法官之职,他们不得不为许多人审理诉讼,他们不仅心平气和地倾听那些前来求见与争讼之人的陈词,宛若闲居无事一般,而且专注审慎,给每个人以精确而深思熟虑的判决。
ἐπεὶ δέ τις μὴ βουλόμενος δίκην ὑποσχεῖν ἐπεκαλεῖτο Καίσαρα καὶ πολὺς ἦν βοῶν καὶ μαρτυρόμενος,4 ἀποβλέψας ὁ Βροῦτος εἰς τοὺς παρόντας, ἐμὲ Καῖσαρ, εἶπεν, οὔτε κωλύει ποιεῖν τὰ κατὰ τοὺς νόμους οὔτε κωλύσει.
然而,当某位不愿服判之人向凯撒申诉,并大声叫嚷、呼人作证、极力抗议时,布鲁图斯环视在场之人,“凯撒,”他说道,“既未阻止我依法律行事,今后也绝不会阻止。”
- 14.1καὶ γὰρ ἁθρόοι μετʼ ἀλλήλων ἀνυπόπτως ἔσεσθαι τότε, καὶ πάντας ἕξειν
将来时不定式 ἔσεσθαι 与 ἕξειν 构成间接引语,其支配动词承接了前文 ἔγνωσαν 中所蕴含的“判定、盘算”之意,用以说明密谋者行动决议背后的考量。
- 14.2πρὸς αὐτῶν
介词 πρός 配合属格在此表示立场与利益,意为“偏向他们一边”或“对他们有利”,而非表示施事或来源,与前面的 θεῖον 呼应。
- 14.6ἐθαύμασεν ἄν τις εἰδὼς τὸ μέλλον
反事实假设/过去潜在句式(ἄν 加上不定过去式直陈语气 ἐθαύμασεν)。分词 εἰδώς 在句中承担了条件从句的作用(即“假若有人知晓未来的话”)。
- 14.7πολὺς ἦν βοῶν καὶ μαρτυρόμενος
形容词 πολύς 与系动词 ἦν 及分词(βοῶν, μαρτυρόμενος)搭配的惯用句式,形容词在意义上充当副词,表达叫喊与抗议行为的剧烈与顽固。
