- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg061.humanitext-grc2:12.1-12.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
布鲁图斯与卡西乌斯延揽密谋同党,审慎地排除了西塞罗及在哲学试探中显露顾虑之人,而拉拢了拉贝奥与德基穆斯·布鲁图斯;凭借布鲁图斯的威望,众人无须誓约便保持了极度的严密与同心。
ἐκ τούτου διαπειρώμενοι κρύφα τῶν γνωρίμων οἷς ἐπίστευον ἀνεκοινοῦντο καὶ προσελάμβανον, οὐ μόνον τῶν συνήθων ποιούμενοι τὴν αἵρεσιν, ἀλλʼ ὅσους ἠπίσταντο τολμητὰς ὄντας ἀγαθοὺς καὶ θανάτου καταφρονητάς.
此后,他们秘密试探那些深受信任的熟人,向他们吐露密谋并加以延揽,不仅在亲密朋友中挑选,而且将所有他们知道勇毅绝伦且轻生视死之人悉数招致麾下。
διὸ καὶ Κικέρωνα, τοῦτο μέν πίστεως, τοῦτο δὲ εὐνοίας ἕνεκα πρῶτον ὄντα παρʼ αὐτοῖς, ἀπεκρύψαντο, μὴ τῷ φύσει τόλμης ἐνδεὴς εἶναι προσειληφὼς ὑπὸ χρόνου γεροντικὴν εὐλάβειαν,1 εἶτα πάντα καθʼ ἕκαστον ἀνάγων τοῖς λογισμοῖς εἰς ἄκραν ἀσφάλειαν, ἀμβλύνῃ τὴν ἀκμὴν αὐτῶν τῆς προθυμίας τάχους δεομένην.
因此,他们甚至对西塞罗隐瞒了此事,尽管西塞罗在他们心中因信义和善意而居于首位;他们唯恐他生性缺乏魄力,又因年岁而添了老迈者的谨小慎微,随后凡事皆依深谋远虑推导至极度的稳妥,从而挫伤他们亟需迅捷行动的炽热斗志。
ἐπεὶ καὶ τῶν ἄλλων ἑταίρων ὁ Βροῦτος Στατίλιόν τε παρέλιπε τὸν Ἐπικούρειον καὶ Φαώνιον ἐραστὴν Κάτωνος, ὅτι πόρρωθεν αὐτοῖς τοιαύτην τινὰ κύκλῳ περιβαλόντος ἐν τῷ διαλέγεσθαι καὶ συμφιλοσοφεῖν πεῖραν,2 ὁ μέν Φαώνιος ἀπεκρίνατο χεῖρον εἶναι μοναρχίας παρανόμου πόλεμον ἐμφύλιον, ὁ δὲ Στατίλιος ἔφη τῷ σοφῷ καὶ νοῦν ἔχοντι διὰ φαύλους καὶ ἀνοήτους κινδυνεύειν καὶ ταράττεσθαι μὴ καθήκειν.
因为在其他同伴中,布鲁图斯同样略过了伊壁鸠鲁学派的斯塔提利乌斯和加图的热烈崇拜者法奥尼乌斯,这是因为当布鲁图斯在与他们交谈并共同探讨哲学时,曾委婉地抛出此等试探,法奥尼乌斯回答说内战比非法的僭政更为恶劣,而斯塔提利乌斯则说,有智慧和头脑的人为了卑微愚顽之人而涉险动荡是不适宜的。
παρὼν δὲ Λαβεὼν ἀντεῖπεν ἀμφοτέροις. καὶ ὁ Βροῦτος τότε μέν ὡς ἔχοντός τι τοῦ λόγου χαλεπὸν καὶ δύσκριτον ἀπεσιώπησεν, ὕστερον δὲ Λαβεῶνι κοινοῦται τὸ βούλευμα.
但当时在场的拉贝奥反驳了他们二人。布鲁图斯当时便默不作声,仿佛此论题确实颇为棘手且难以决断,但后来他将计策告知了拉贝奥。
δεξαμένου δὲ προθύμως, τὸν ἕτερον Βροῦτον, ἐπίκλησιν Ἀλβῖνον, ἄλλως μέν οὐκ ὄντα ῥέκτην οὐδὲ θαρραλέον, ἐρρωμένον δὲ πλήθει μονομάχων οὓς ἐπὶ θέᾳ Ῥωμαίων ἔτρεφε, καὶ παρὰ Καίσαρι πιστευόμενον, ἐδόκει προσάγεσθαι.3
在拉贝奥慨然应允后,他们认为应当拉拢另一位被称为阿尔比努斯的布鲁图斯。此人平时既无作为也不勇敢,但因畜养大量供罗马人观看竞技的角斗士而颇具实力,且深得恺撒信任。
Κασσίου δὲ καὶ Λαβεῶνος αὐτῷ διαλεγομένων οὐδὲν ἀπεκρίνατο, Βρούτῳ δʼ αὐτὸς ἐντυχὼν ἰδίᾳ καὶ μαθὼν ὅτι τῆς πράξεως ἡγεμών ἐστιν, ὡμολόγησε συμπράξειν προθύμως.
卡西乌斯和拉贝奥前去同他商谈时,他未作任何答复;但他独自私下会见布鲁图斯并得知他是这桩行动的领袖之后,便欣然允诺协力同心。
καὶ τῶν ἄλλων δὲ τοὺς πλείστους καὶ ἀρίστους ἡ δόξα τοῦ Βρούτου προσήγετο.
至于其他人,也是大多数最优秀之士因布鲁图斯的崇高声望而纷纷归附。
καὶ μήθʼ ὅρκον συνομόσαντες μήτε πίστιν καθʼ ἱερῶν λαβόντες ἢ δόντες, οὕτως ἅπαντες ἔσχον ἐν ἑαυτοῖς καὶ κατεσιώπησαν καὶ συνδιήνεγκαν ὥστε μαντείαις καὶ φάσμασι καὶ ἱεροῖς ὑπὸ τῶν θεῶν προδεικνυμένην ἄπιστον γενέσθαι τὴν πρᾶξιν.4
他们既没有共同起誓,也没有在圣牲面前互立或互换誓约,却全都能守口如瓶,谨守机密,戮力同心,以至于这桩大事纵然已被神明通过神谕、异象和圣兆预先昭示,世人竟仍未能相信其会发生。
- 12.2μὴ τῷ φύσει τόλμης ἐνδεὴς εἶναι προσειληφὼς ὑπὸ χρόνου γεροντικὴν εὐλάβειαν
由 μή 引导的惧怕从句(承接 ἀπεκρύψαντο 中隐含的担忧之意),意为“唯恐……”。主语为西塞罗。分词 προσειληφώς(已获得)与表示伴随/追加的与格短语 τῷ φύσει τόλμης ἐνδεὴς εἶναι(除生性缺乏勇气之外)相呼应,并通过 εἶτα 与后文的分词 ἀνάγων 形成并列,修饰从句主谓语 ἀμβλύνῃ(现在虚拟式)。
- 12.3ὅτι πόρρωθεν αὐτοῖς τοιαύτην τινὰ κύκλῳ περιβαλόντος ἐν τῷ διαλέγεσθαι καὶ συμφιλοσοφεῖν πεῖραν
属格独立结构,其逻辑主语未以名词直接出现,而是承前指代主句主语布鲁图斯(περιβαλόντος 为阳性单数属格)。短语 πόρρωθεν... κύκλῳ 意为“迂回地、从远处绕着圈子”,πεῖραν 为分词 περιβαλόντος 的直接宾语,构成“试探”之意。
- 12.5ἐδόκει προσάγεσθαι
非人称结构,意为“(他们)决定/看来适宜拉拢……”。不定式 προσάγεσθαι(中动)以之前置的宾格 τὸν ἕτερον Βροῦτον, ἐπίκλησιν Ἀλβῖνον 及其修饰成分为直接宾语。主动词 ἐδόκει 被置于长宾语从属成分之后,构成了典型的超语序(hyperbaton)。
- 12.8ὥστε μαντείαις καὶ φάσμασι καὶ ἱεροῖς ὑπὸ τῶν θεῶν προδεικνυμένην ἄπιστον γενέσθαι τὴν πρᾶξιν
由 ὥστε 引导的结果从句,带“宾格+不定式”结构。不定式主语为 τὴν πρᾶξιν,动词为 γενέσθαι,补足语为 ἄπιστον。分词 προδεικνυμένην 与 τὴν πρᾶξιν 一致,带有让步意味(“尽管已被神明预示”)。整句表达结果:“以至于该行动尽管有种种神示,却依然令人难以置信/未被察觉”。
