- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg060.humanitext-grc2:6.1-6.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述了老狄奥尼修斯的家庭联姻以及医生们为讨好继承人而致其死亡的经过,随后描绘了迪翁在年轻狄奥尼修斯初次政务会议上以远见卓识和自费提供战船的许诺震慑群僚的情景。
ὄντων δὲ Διονυσίῳ παίδων τριῶν μὲν ἐκ τῆς Λοκρίδος, τεττάρων δὲ ἐξ Ἀριστομάχης, ὧν δύο ἦσαν θυγατέρες, Σωφροσύνη καὶ Ἀρέτη, Σωφροσύνη μὲν Διονυσίῳ τῷ υἱῷ συνῴκησεν, Ἀρέτη δὲ Θεαρίδῃ τῷ ἀδελφῷ. τελευτήσαντος δὲ τοῦ ἀδελφοῦ Θεαρίδου Δίων ἔλαβε τὴν Ἀρετήν ἀδελφιδῆν οὖσαν.
狄奥尼修斯与那位洛克里斯妇人生有三个孩子,与阿里斯托玛凯生有四个孩子,其中有两个女儿,即索弗罗叙涅和阿蕾特;索弗罗叙涅嫁给了他的儿子狄奥尼修斯,阿蕾特则嫁给了他的兄弟塞阿里得斯。在〔狄奥尼修斯的〕兄弟塞阿里得斯去世后,迪翁娶了身为自己侄女的阿蕾特为妻。
ἐπεὶ δὲ νοσῶν ἔδοξεν ὁ Διονύσιος ἀβιώτως ἔχειν,1 ἐπεχείρησεν αὐτῷ διαλέγεσθαι περὶ τῶν ἐκ τῆς Ἀριστομάχης τέκνων ὁ Δίων, οἱ δʼ ἰατροὶ τῷ μέλλοντι τὴν ἀρχὴν διαδέχεσθαι χαριζόμενοι καιρὸν οὐ παρέσχον·
当狄奥尼修斯病重、看来已无生还希望时,迪翁试图与他就阿里斯托玛凯所生子女的事宜进行交涉;但医生们为了讨好即将继承政权的人,没有提供任何机会。
ὡς δὲ Τίμαιός φησι, καὶ φάρμακον ὑπνωτικὸν αἰτοῦντι δόντες ἀφείλοντο τὴν αἴσθησιν αὐτοῦ, θανάτῳ συνάψαντες τὸν ὕπνον.
而且正如蒂迈欧所说,当狄奥尼修斯索要安眠药剂时,他们便给了他,并剥夺了他的知觉,使睡眠与死亡相接。
οὐ μὴν ἀλλὰ2 συλλόγου πρώτου τῶν φίλων γενομένου παρὰ τὸν νέον Διονύσιον οὕτω διελέχθη περὶ τῶν συμφερόντων πρὸς τὸν καιρὸν ὁ Δίων ὥστε τοὺς ἄλλους ἅπαντας τῇ μὲν φρονήσει παῖδας ἀποδεῖξαι, τῇ δὲ παρρησίᾳ δούλους τῆς τυραννίδος3 ἀγεννῶς καὶ περιφόβως τὰ πολλὰ πρὸς χάριν τῷ μειρακίῳ συμβουλεύοντας, μάλιστα δὲ αὐτοὺς ἐξέπληξε τὸν ἀπὸ Καρχηδόνος κίνδυνον ἐπικρεμάμενον τῇ ἀρχῇ δεδοικότας, ὑποσχόμενος, εἰ μὲν εἰρήνης δέοιτο Διονύσιος, πλεύσας εὐθὺς εἰς Λιβύην ὡς ἄριστα διαθήσεσθαι τὸν πόλεμον, εἰ δὲ πολεμεῖν προθυμοῖτο, θρέψειν αὐτὸς ἰδίοις τέλεσι καὶ παρέξειν εἰς τὸν πόλεμον αὐτῷ πεντήκοντα τριήρεις εὖ πλεούσας.
然而,在年轻的狄奥尼修斯面前举行的第一次朋友会议上,迪翁就切合时宜的有利事项阐述得如此卓越,以致表明所有其他人在见识上无非是孩童,在直言不讳上则是僭主政权的奴隶,大多卑鄙而恐惧地为了讨好这个年轻后生而提出建议。尤其是,当这些人对迫在眉睫危及政权的迦太基危机充满畏惧时,迪翁令他们大为惊愕:他许诺说,如果狄奥尼修斯需要和平,自己将立即启航前往利比亚,以最优条件平息战事;而如果〔狄奥尼修斯〕决意作战,自己将自费供养并为战事向他提供五十艘性能优良的三层櫂船。
- 6.2ἀβιώτως ἔχειν
动词 ἔχω 搭配副词构成表示状态的惯用句型。副词 ἀβιώτως 来自带有否定前缀的形容词 ἀβίωτος(无法存活的、生不如死的),在此意为“病入膏肓”、“无望生还”。
- 6.4οὐ μὴν ἀλλὰ
强转折惯用连接语,意为“话虽如此”、“然而”。承接前文医生阻挠迪翁陈情以及老僭主猝逝的消极局面,转而引出并强调下一重要事态,即迪翁在新君的首次御前会议上大放异彩。
- 6.4ὥστε τοὺς ἄλλους ἅπαντας τῇ μὲν φρονήσει παῖδας ἀποδεῖξαι, τῇ δὲ παρρησίᾳ δούλους τῆς τυραννίδος
在以 ὥστε 加不定式 ἀποδεῖξαι 引导的结果从句中,τῇ μὲν φρονήσει 与 τῇ δὲ παρρησίᾳ 构成限定与格的对称对比。迪翁是不定式的逻辑主语,τοὺς ἄλλους ἅπαντας 作宾语,παῖδας 与 δούλους 则充当宾语补足语(双重宾格结构)。
