← 普鲁塔克

狄翁传

§7.1-7.7

近臣对迪翁的谗陷与年轻僭主的堕落

虽然狄奥尼修斯对迪翁的倡议深表赞许,但近臣们因嫉生妒并加以谗陷,引诱年轻的僭主沉湎于享乐与怠惰,从而动摇了政权的根基。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.1

ὁ μὲν οὖν Διονύσιος ὑπερφυῶς τὴν μεγαλοψυχίαν ἐθαύμασε καὶ τὴν προθυμίαν ἠγάπησεν·

于是,狄奥尼修斯对他的宽宏气量感到无比赞叹,并欣然接受了他的热忱。

§7.2

οἱ δὲ ἐλέγχεσθαι τῇ λαμπρότητι καὶ ταπεινοῦσθαι τῇ δυνάμει τοῦ Δίωνος οἰόμενοι, ταύτην εὐθὺς ἀρχὴν λαβόντες, οὐδεμιᾶς ἐφείδοντο φωνῆς ᾗ τὸ μειράκιον ἐξαγριαίνειν ἔμελλον πρὸς αὐτόν, ὡς ὑπερχόμενον διὰ τῆς θαλάττης τυραννίδα καὶ περισπῶντα ταῖς ναυσὶ τὴν δύναμιν εἰς τοὺς Ἀριστομάχης παῖδας,1 ἀδελφιδοῦς ὄντας αὐτῷ.

然而,那些自认因迪翁的光彩照人而相形见绌、因他的实力而威信扫地的人,立即以此为借口,不遗余力地用一切可能使这个年轻人对他勃然大怒的言辞进行诋毁,诬称迪翁正企图通过海路暗中夺取僭主之位,并借助这支舰队将政权转移给阿里斯托玛凯的子女——也就是他自己的外甥们。

§7.3

φανερώταται δὲ καὶ μέγισται τῶν εἰς φθόνον καὶ μῖσος αἰτιῶν ὑπῆρχον ἡ τοῦ βίου διαφορὰ καὶ τὸ τῆς διαίτης ἄμικτον.

不过,导致嫉妒与仇恨的最明显、也是最大的原因,还在于生活方式的差异以及日常行径的格格不入。

§7.4

οἱ μὲν γὰρ, εὐθὺς ἐξ ἀρχῆς νέου τυράννου καὶ τεθραμμένου φαύλως ὁμιλίαν καὶ συνήθειαν ἡδοναῖς καὶ κολακείαις καταλαμβάνοντες, ἀεί τινας ἔρωτας καὶ διατριβὰς ἐμηχανῶντο ῥεμβώδεις περὶ πότους καὶ γυναῖκας, καὶ παιδιὰς ἑτέρας ἀσχήμονας, ὑφʼ ὧν ἡ τυραννὶς, ὥσπερ σίδηρος, μαλασσομένη, τοῖς μὲν ἀρχομένοις ἐφάνη φιλάνθρωπος, καὶ τὸ λίαν ἀπάνθρωπον ὑπανῆκεν, οὐκ ἐπιεικείᾳ τινὶ μᾶλλον ἢ ῥᾳθυμίᾳ τοῦ κρατοῦντος ἀμβλυνομένη.2

因为那些逢迎之辈从一开始就凭借享乐与谄媚,牢牢掌控了这位年少且缺乏良好教养的僭主的交往与起居,不断策动围绕饮酒与妇人的放荡情欲与消遣,以及其他种种不体面的嬉戏,僭主政权受此浸润,犹如钢铁被软化一般,在被统治者看来显得仁慈温和,过分残暴的一面也有所收敛,但这种钝化与其说是出于任何仁厚,不如说是出于统治者本人的怠惰。

§7.6

ἐκ δὲ τούτου προϊοῦσα καὶ νεμομένη κατὰ μικρὸν ἡ περὶ τὸ μειράκιον ἄνεσις τοὺς ἀδαμαντίνους δεσμοὺς ἐκείνους, οἷς ὁ πρεσβύτερος Διονύσιος ἔφη δεδεμένην ἀπολείπειν τὴν μοναρχίαν, ἐξέτηξε καὶ διέφθειρεν.

由此滋生并在这年轻人身边逐渐蔓延开来的纵容涣散,熔解并毁坏了老狄奥尼修斯曾声称用来将君权捆绑着留下的那些“金刚石束缚”。

§7.7

ἡμέρας γὰρ, ὥς φασιν, ἐνενήκοντα συνεχῶς ἔπινεν ἀρξάμενος, καὶ τὴν αὐλὴν ἐν τῷ χρόνῳ τούτῳ σπουδαίοις ἀνδράσι καὶ λόγοις ἄβατον καὶ ἀνείσοδον οὖσαν μέθαι καὶ σκώμματα καὶ ψαλμοὶ καὶ ὀρχήσεις καὶ βωμολοχίαι κατεῖχον.3

因为据说他一旦开饮,竟能连续痛饮九十天;在此期间,谨严之士与正经言论完全无法立足走入宫廷,整座宫殿充斥着沉醉、讥嘲、琴歌、狂舞以及粗俗下流的滑稽之举。

语法注3 条
  1. 7.2ὡς ὑπερχόμενον διὰ τῆς θαλάττης τυραννίδα καὶ περισπῶντα ταῖς ναυσὶ τὴν δύναμιν εἰς τοὺς Ἀριστομάχης παῖδας

    小词 ὡς 连用宾格分词(ὑπερχόμενον 和 περισπῶντα),表示谗言者所提出的指控内容或主观理由,在间接引语性质的结构中表明他们诬陷迪翁的借口。

  2. 7.5οὐκ ἐπιεικείᾳ τινὶ μᾶλλον ἢ ῥᾳθυμίᾳ τοῦ κρατοῦντος ἀμβλυνομένη

    短语 οὐ ... μᾶλλον ἤ 构成比较对照(意为“与其说是……不如说是……”)。否定词 οὐ 修饰 ἐπιεικείᾳ(仁厚),强调后者 ῥᾳθυμίᾳ(怠惰)才是政权残暴性被钝化(ἀμβλυνομένη)的真正根源。

  3. 7.7τὴν αὐλὴν ἐν τῷ χρόνῳ τούτῳ σπουδαίοις ἀνδράσι καὶ λόγοις ἄβατον καὶ ἀνείσοδον οὖσαν μέθαι καὶ σκώμματα καὶ ψαλμοὶ καὶ ὀρχήσεις καὶ βωμολοχίαι κατεῖχον

    该句核心骨架为主语(μέθαι καὶ σκώμματα...)+ 动词(κατεῖχον)+ 宾语(τὴν αὐλήν)。宾语 τὴν αὐλήν 受分词 οὖσαν 及其述补形容词 ἄβατον καὶ ἀνείσοδον 的修饰,与格词组 σπουδαίοις ἀνδράσι καὶ λόγοις 作两形容词的补足成分(“对严肃之士与言论而言不可通行的”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg060.humanitext-grc2:7.1-7.7