← 普鲁塔克

狄翁传

§5.1-5.10

柏拉图与僭主的决裂及在埃癸娜岛被鬻为奴

柏拉图与狄奥尼修斯一世的会面破裂,恼怒的僭主密谋在柏拉图归途中将其杀害或卖为奴隶,致使其在埃癸娜岛被拍卖;而迪翁仍受重用并继续向僭主犯颜直谏。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.1

γενομένης δὲ τῆς συνουσίας αὐτοῖς τὸ μὲν ὅλον περὶ ἀνδρὸς ἀρετῆς, πλείστων δὲ περὶ ἀνδρείας διαπορηθέντων, ὡς πάντας μᾶλλον ὁ Πλάτων ἢ τοὺς τυράννους ἀπέφαινεν ἀνδρείους,1 ἐκ δὲ τούτου τραπόμενος περὶ δικαιοσύνης ἐδίδασκεν ὡς μακάριος μὲν ὁ τῶν δικαίων, ἄθλιος δὲ ὁ τῶν ἀδίκων βίος, οὔτε τοὺς λόγους ἔφερεν ὁ τύραννος ὥσπερ ἐξελεγχόμενος, ἤχθετό τε τοῖς παροῦσι θαυμαστῶς ἀποδεχομένοις τὸν ἄνδρα καὶ κηλουμένοις ὑπὸ τῶν λεγομένων.

当他们会面时,整个谈话主要是围绕人的德性展开的,并且就勇敢进行了极其广泛的探讨,由于柏拉图阐明除了僭主之外人人皆可称得上勇敢,接着又由此转向正义,教导说正直者的生活是幸福的,而不义者的生活则是悲惨的,僭主无法忍受这些言论,感觉自己仿佛遭到了驳斥与揭露,并且对于在场者极其钦佩地接纳这位哲人、为他的言谈所折服深感恼怒。

§5.3

τέλος δὲ θυμωθεὶς καὶ παροξυνθείς ἠρώτησεν αὐτόν ὅ τι δὴ βουλόμενος εἰς Σικελίαν παραγένοιτο.

最后,他在忿怒与激愤之下质问柏拉图,究竟是抱着什么意图来到西西里的。

§5.4

τοῦ δὲ φήσαντος ἀγαθὸν ἄνδρα ζητεῖν, ὑπολαβὼν ἐκεῖνος, ἀλλὰ νὴ τοὺς θεοὺς, εἶπε, καὶ φαίνῃ μήπω τοιοῦτον εὑρηκώς.

柏拉图答道是在寻找一个善良正直的人,僭主便插嘴道: “凭诸神起誓,”他说,“显而易见,你还没有找到这样的人。”

§5.5

οἱ μὲν οὖν περὶ τὸν Δίωνα2 τοῦτο τέλος ᾤοντο τῆς ὀργῆς γεγονέναι, καὶ τὸν Πλάτωνα σπεύδοντα συνεξέπεμπον ἐπὶ τριήρους, ἣ Πόλλιν ἐκόμιζεν εἰς τὴν Ἑλλάδα τὸν Σπαρτιάτην ὁ δὲ Διονύσιος κρύφα τοῦ Πόλλιδος ἐποιήσατο δέησιν μάλιστα μὲν ἀποκτεῖναι τὸν ἄνδρα κατὰ πλοῦν, εἰ δὲ μή, πάντως ἀποδόσθαι· βλαβήσεσθαι γὰρ οὐδέν, ἀλλʼ εὐδαιμονήσειν ὁμοίως, δίκαιον ὄντα, κἂν δοῦλος γένηται.3

迪翁一行人于是以为他的怒气就此平息,便护送急于启程的柏拉图登上一艘正运送斯巴达人波利斯返回希腊本土的三层櫂船。然而,狄奥尼修斯暗中向波利斯提出恳求,请他最好在航行中杀死此人,若行不通,无论如何也要将其作为奴隶卖掉;因为他声称,此人既然是个正直之人,即便沦为奴隶也不会受到任何损害,同样会是幸福的。

§5.7

διὸ καὶ λέγεται Πόλλις εἰς Αἴγιναν φέρων ἀποδόσθαι Πλάτωνα, πολέμου πρὸς Ἀθηναίους ὄντος αὐτοῖς καὶ ψηφίσματος ὅπως ὁ ληφθεὶς Ἀθηναίων ἐν Αἰγίνῃ πιπράσκηται.

因此据说波利斯将柏拉图带到埃癸娜岛卖掉了,因为当时埃癸娜人与雅典人处于交战状态,并且有一项法令规定凡在埃癸娜捕获的雅典人都要被拍卖。

§5.8

οὐ μὴν ὅ γε Δίων ἔλαττον εἶχε παρὰ τῷ Διονυσίῳ τιμῆς ἢ πίστεως, ἀλλὰ πρεσβείας τε τὰς μεγίστας διῴκει καὶ πεμπόμενος πρὸς Καρχηδονίους ἐθαυμάσθη διαφερόντως· καὶ τὴν παρρησίαν ἔφερεν αὐτοῦ μόνου σχεδόν ἀδεῶς λέγοντος τὸ παριστάμενον, ὡς καὶ τὴν περὶ Γέλωνος ἐπίπληξιν.

然而,迪翁在狄奥尼修斯那里所享有的尊荣和信任并未稍减,反而主持着最重要的使团事务,在被派往迦太基人那里时受到了非同寻常的赞赏;而且狄奥尼修斯几乎唯独容忍迪翁直言不讳,因为他毫无惧色地陈述心中所想,正如他在涉及格隆一事上的训诫所表现的那样。

§5.9

χλευαζομένης γὰρ, ὡς ἔοικε, τῆς Γέλωνος ἀρχῆς, αὐτόν τε τὸν Γέλωνα τοῦ Διονυσίου γέλωτα τῆς Σικελίας γεγονέναι φήσαντος,4 οἱ μὲν ἄλλοι τὸ σκῶμμα προσεποιοῦντο θαυμάζειν, ὁ δὲ Δίων δυσχεράνας, καὶ μὴν, ἔφη, σὺ τυραννεῖς διὰ Γέλωνα πιστευθείς· διὰ σὲ δὲ οὐδεὶς ἕτερος πιστευθήσεται.

因为据说在格隆的政权遭到嘲弄,且狄奥尼修斯宣称格隆本人已成了西西里的笑柄时,其他人均假意赞美这句俏皮话,迪翁却深感不满,说道: “然而,”他说,“你之所以能施行僭主统治,是因为人们看在格隆的份上信任了你;但因为你的缘故,绝不会再有任何人受到信任了。”

§5.10

τῷ γὰρ ὄντι φαίνεται κάλλιστον μὲν Γέλων ἐπιδειξάμενος θέαμα μοναρχουμένην πόλιν, αἴσχιστον δὲ Διονύσιος.

事实上,由君主统治的城邦,格隆展现的是最壮美的景观,而狄奥尼修斯展现的则是最丑陋的景观。

语法注4 条
  1. 5.1ὡς πάντας μᾶλλον ὁ Πλάτων ἢ τοὺς τυράννους ἀπέφαινεν ἀνδρείους

    连词 ὡς(“当……时/由于”)引导时间兼原因状语从句(ἀπέφαινεν ... ἐδίδασκεν),下接 §5.2 的主句(οὔτε τοὺς λόγους ἔφερεν ...)。比较结构 πάντας μᾶλλον... ἢ τοὺς τυράννους(字面为“宁可是所有人,而不是僭主”)是一种习惯用法,意指“最不勇敢的恰恰是僭主”。

  2. 5.5οἱ μὲν οὖν περὶ τὸν Δίωνα

    短语 οἱ περί 加宾格是古典希腊语的常见习语,视语境可指当事人本人,亦可指“当事人及其同伴”。此处作为复数动词 συνεξέπεμπον 的主语,指“迪翁及其同伴/党羽”。

  3. 5.6βλαβήσεσθαι γὰρ οὐδέν, ἀλλʼ εὐδαιμονήσειν ὁμοίως, δίκαιον ὄντα, κἂν δοῦλος γένηται

    不定词 βλαβήσεσθαι 与 εὐδαιμονήσειν 承接前文 δέησιν ἐποιήσατο(恳求)中所蕴含的言语或理由,构成间接引语。分词 δίκαιον ὄντα 为阳性单数宾格,表明不定词未明言的主语(柏拉图)在格上为宾格主语。此处是狄奥尼修斯讽刺性地引用柏拉图“正义之人必享幸福”的哲学论点来为其贩奴行径辩护。

  4. 5.9αὐτόν τε τὸν Γέλωνα τοῦ Διονυσίου γέλωτα τῆς Σικελίας γεγονέναι φήσαντος

    此为独立属格结构(τοῦ Διονυσίου... φήσαντος)。句中人名 Γέλωνα(格隆)与名词 γέλωτα(笑柄,源自 γέλως)构成了双关语(谐音双关),表现了狄奥尼修斯的嘲讽语调。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg060.humanitext-grc2:5.1-5.10