← 普鲁塔克

狄翁传

§57.1-57.5

狄翁遭刺身亡与遗腹子狱中出生

刺客们包围狄翁的宅邸并闯入房内,在同席友人作壁上观的境况下将其刺杀。随后狄翁怀孕的妻子与姐妹被捕入狱,妻子在狱中诞下一名男婴。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§57.1

ὄντων δὲ πλειόνων ἐν τῇ κοινωνίᾳ τῆς πράξεως, καθεζομένου Δίωνος ἐν οἰκήματι κλίνας τινὰς ἔχοντι μετὰ τῶν φίλων, οἱ μὲν ἔξω τὴν οἰκίαν περιέστησαν, οἱ δὲ πρὸς ταῖς θύραις τοῦ οἴκου καὶ ταῖς θυρίσιν ἦσαν.

参与这场行动的人为数众多,当时狄翁正与友人们坐在一间设有几张卧榻的房间里,有些人便在外面将宅邸团团围住,另一些人则守在房门和窗户旁。

§57.2

αὐτοὶ δʼ οἱ προσφέρειν τὰς χεῖρας μέλλοντες Ζακύνθιοι παρῆλθον ἄνευ ξιφῶν ἐν τοῖς χιτῶσιν. ἅμα δʼ οἱ μὲν ἔξω τὰς θύρας ἐπισπασάμενοι κατεῖχον, οἱ δὲ τῷ Δίωνι προσπεσόντες κατάγχειν ἐπειρῶντο καὶ συντρίβειν αὐτόν.

负责亲自动手的扎昆托斯人自身并未佩剑,只穿着贴身短袍便走了进来。与此同时,在外面的同谋拉紧房门并死死把守,进屋的人则扑向狄翁,企图将他扼死、击垮。

§57.3

ὡς δʼ οὐδὲν ἐπέραινον, ᾔτουν ξίφος· οὐδεὶς δʼ ἐτόλμα τὰς θύρας ἀνοῖξαι. συχνοὶ γὰρ ἦσαν ἔνδον οἱ μετὰ τοῦ Δίωνος, ὧν ἕκαστος οἰόμενος, ἂν ἐκεῖνον προῆται, διασώσειν ἑαυτόν, οὐκ ἐτόλμα βοηθεῖν.1

但他们毫无进展,便索要利剑;然而无人敢开门。因为屋里与狄翁在一起的人甚多,但他们每一个人都以为只要舍弃狄翁,自己便能保全性命,因而谁也不敢上前相助。

§57.4

διατριβῆς δὲ γενομένης Λύκων ὁ Συρακούσιος ὀρέγει τινὶ τῶν Ζακυνθίων διὰ τῆς θυρίδος ἐγχειρίδιον, ᾧ καθάπερ ἱερεῖον τὸν Δίωνα κρατούμενον πάλαι καὶ δεδιττόμενον ἀπέσφαξαν.

相持片刻之后,叙拉古人吕孔透过窗户递给一名扎昆托斯人一把短剑,他们便用这把短剑,如宰杀祭牲一般,将早已被按倒在地且惊恐万状的狄翁割喉杀死。

§57.5

εὐθὺς δὲ καὶ τὴν ἀδελφὴν μετὰ τῆς γυναικὸς ἐγκύμονος οὔσης εἰς τὴν εἱρκτὴν ἐνέβαλον. καὶ συνέβη τῇ γυναικὶ τλημονέστατα λοχευθείσῃ τεκεῖν ἐν τῷ δεσμωτηρίῳ παιδάριον ἄρρεν· ὅπερ καὶ θρέψαι μᾶλλον παρεβάλοντο πείσασαι τοὺς φύλακας,2 ἤδη τοῦ Καλλίππου θορυβουμένου τοῖς πράγμασιν.

他们随即又将狄翁的姐妹及其身怀六甲的妻子一同投入监牢。狄翁之妻在最凄惨的境况下分娩,在狱中生下一个男婴;她们说服看守,更冒着极大风险将孩子抚养起来,因为卡利普斯此时已因时局混乱而陷入惊惶。

语法注2 条
  1. 57.3ὧν ἕκαστος οἰόμενος, ἂν ἐκεῖνον προῆται, διασώσειν ἑαυτόν, οὐκ ἐτόλμα βοηθεῖν

    此句为间接引语中的条件句结构(直接引语相当于 ἐὰν προῶμαι, διασώσω ἐμαυτόν),依附于分词 οἰόμενος 并带出将来时不定词 διασώσειν ἑαυτόν。反身代词 ἑαυτόν 指代思考主体(ἕκαστος),而指示代词 ἐκεῖνον 则指狄翁。

  2. 57.5ὅπερ καὶ θρέψαι μᾶλλον παρεβάλοντο πείσασαι τοὺς φύλακας

    中性关系代名词 ὅπερ 先行词为 παιδάριον ἄρρεν,充当不定词 θρέψαι 的宾语。动词 παραβάλλομαι 带不定词表示“冒险做……”。主语由阴性复数分词 πείσασαι 标示,指被囚禁的狄翁之妻与姐妹二人。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg060.humanitext-grc2:57.1-57.5