← 普鲁塔克

狄翁传

§58.1-58.10

卡利普斯与希刻塔斯的下场与报应

谋杀狄翁的卡利普斯很快丧失政权,流亡中被刺杀狄翁的原剑所杀;谋害狄翁妻妹的希刻塔斯后来亦遭提摩莱昂处决,二人皆得应有报应。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§58.1

ἐν ἀρχῇ μὲν γὰρ ἀποκτείνας τὸν Δίωνα λαμπρὸς ἦν καί κατεῖχε τὰς Συρακούσας· καί πρὸς τὴν Ἀθηναίων ἔγραφε πόλιν, ἣν μάλιστα μετὰ τοὺς θεοὺς ὤφειλεν αἰδεῖσθαι καί δεδιέναι τηλικούτου μύσους ἁψάμενος.

起初,卡利普斯在杀害狄翁之后声名显赫,掌控着叙拉古;他甚至致信给雅典城邦,而在犯下如此弥天大罪之后,雅典本应是他仅次于诸神最该敬畏和戒惧的对象。

§58.2

ἀλλʼ ἔοικεν ἀληθῶς λέγεσθαι τὸ τὴν πόλιν ἐκείνην φέρειν ἄνδρας ἀρετῇ τε τοὺς ἀγαθοὺς ἀρίστους καὶ κακίᾳ τοὺς φαύλους πονηροτάτους, καθάπερ αὐτῶν καί ἡ χώρα κάλλιστον μέλι καί κώνειον ὠκυμορώτατον ἀναδίδωσιν.

然而这种说法似乎不虚:那座城邦既出产在德行上登峰造极的至善之人,也出产在邪恶上无可复加的至恶之人,正如那里的土地既产出最甘美的蜂蜜,也产出最致命速效的毒参。

§58.3

οὐ μὴν πολὺν χρόνον ὁ Κάλλιππος ἔγκλημα τῆς τύχης καί τῶν θεῶν περιῆν,1 ὡς περιορώντων ἐξ ἀσεβήματος ἄνθρωπον τηλικούτου κτώμενον ἡγεμονίας καί πράγματα· ταχὺ δʼ ἀξίαν δίκην ἔδωκεν.

不过,卡利普斯并未长久作为对命运和诸神的控诉而苟活于世——仿佛神明任凭一个人通过如此不义之举攫取至高权柄与统治地位;很快,他便遭受了应有的惩罚。

§58.4

ὁρμήσας μὲν γὰρ Κατάνην λαβεῖν, εὐθὺς ἀπέβαλε τὰς Συρακούσας ὅτε καί φασιν αὐτὸν εἰπεῖν ὅτι πόλιν ἀπολωλεκὼς τυρόκνηστιν εἴληφεν.

因为他出兵企图夺取卡塔奈,却立即失守了叙拉古——据说当时他曾说道,自己丢掉了一座城邦,却得到了一块擦酪器。

§58.5

ἐπιθέμενος δὲ Μεσσηνίοις καί τοὺς πλείστους στρατιώτας ἀπολέσας, ἐν οἷς ἦσαν οἱ Δίωνα κατακτείναντες, οὐδεμιᾶς δὲ πόλεως αὐτὸν ἐν Σικελίᾳ προσδεχομένης, ἀλλὰ μισούντων ἁπάντων καί προβαλλομένων, Ῥήγιον κατέσχεν.

接着,他进攻墨塞尼亚人并损失了绝大部分士兵,其中便有杀死狄翁的那些凶手;由于西西里的所有城邦都不接纳他,反而人人怨恨、避之唯恐不及,他遂占领了雷吉翁。

§58.6

ἐκεῖ δὲ λυπρῶς πράττων καί κακῶς διατρέφων τοὺς μισθοφόρους, ὑπὸ Λεπτίνου καί Πολυπέρχοντος ἀνῃρέθη, χρησαμένων ξιφιδίῳ κατὰ τύχην ᾧ καί Δίωνα πληγῆναί φασιν.

他在那里处境困顿,难以供养雇佣兵,最终被勒普提涅斯与波利佩尔孔杀害;巧合的是,他们所使用的短剑,据说正是当年刺杀狄翁的那一把。

§58.7

ἐγνώσθη δὲ τῷ μεγέθει (βραχὺ γὰρ ἦν, ὥσπερ τὰ Λακωνικά) καί τῇ κατασκευῇ τῆς τέχνης, εἰργασμένον γλαφυρῶς καί περιττῶς.2 τοιαύτην μὲν οὖν τίσιν Κάλλιππος ἔδωκε.

这把短剑因其尺寸(它很短小,宛如拉哥尼亚式的短剑)以及工艺造型而被认出,其制作精巧而绝伦。卡利普斯所受的惩罚大抵如此。

§58.8

τὴν δʼ Ἀριστομάχην καί τὴν Ἀρετήν, ὡς ἀφείθησαν ἐκ τῆς εἱρκτῆς, ἀναλαβὼν Ἱκέτης ὁ Συρακούσιος, εἷς τῶν Δίωνος φίλων γεγονώς, ἐδόκει πιστῶς καί καλῶς περιέπειν.

至于阿里斯托玛克和阿瑞忒,当她们获释出狱后,叙拉古人希刻塔斯——他曾是狄翁的友人之一——收留了她们,表面上对她们照料得既忠诚又得体。

§58.9

εἶτα συμπεισθεὶς ὑπὸ τῶν Δίωνος ἐχθρῶν καί παρασκευάσας πλοῖον αὐταῖς, ὡς εἰς Πελοπόννησον ἀποσταλησομέναις, ἐκέλευσε κατὰ πλοῦν ἀποσφάξαντας ἐκβαλεῖν3 εἰς τὴν θάλασσαν. οἱ δὲ ζώσας ἔτι καταποντισθῆναι λέγουσι, καί τὸ παιδίον μετʼ αὐτῶν.

然而其后,希刻塔斯受到狄翁仇敌的劝诱,为她们备下一艘船只,假借要将她们送往伯罗奔尼撒,却吩咐船员在航行中将她们斩杀并抛入大海。另有人说,她们是被活生生沉入大海的,连那幼童也一同遭难。

§58.10

περιῆλθε δὲ καί τοῦτον ἀξία ποινὴ τῶν τετολμημένων, αὐτός τε γὰρ ὑπὸ Τιμολέοντος ἁλοὺς ἀπέθανε, καί θυγατέρας δύο προσαπέκτειναν αὐτοῦ Δίωνι τιμωροῦντες οἱ Συρακούσιοι, περὶ ὧν ἐν τῷ Τιμολέοντος βίῳ καθʼ ἕκαστα γέγραπται.

然而,与这等滔天罪行相当的报应也降临到了此人头上:他自己被提摩莱昂俘获处死,叙拉古人为了替狄翁复仇,又杀死了他的两个女儿;关于这些事情,在《提摩莱昂传》中已有详尽的记载。

语法注3 条
  1. 58.3ἔγκλημα τῆς τύχης καί τῶν θεῶν περιῆν

    ἔγκλημα 为主格,作不及物动词 περιῆν 的表语,比喻性地表示卡利普斯活着就是“对命运与诸神的控诉/指责”。其后的 ὡς 分词从句解释了为何其存活构成对神明的控告。

  2. 58.7εἰργασμένον γλαφυρῶς καί περιττῶς

    中性分词 εἰργασμένον 在性数上与前文的短剑(ξιφίδιον)相符。语法上它未采取前文的与格,而是作为主格同位语修饰 ἐγνώσθη 未明说的中性主语(短剑),表述其做工的精湛精细。

  3. 58.9ἀποσφάξαντας ἐκβαλεῖν

    不定词 ἐκβαλεῖν 的逻辑主语(水手们)在句中省略,不定过去时分词 ἀποσφάξαντας 与之在性数格上一致(阳性复数宾格),受控于动词 ἐκέλευσε,意为“命令(船员们)将她们刺杀并抛入海中”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg060.humanitext-grc2:58.1-58.10