← 普鲁塔克

狄翁传

§56.1-56.6

卡利普斯的伪誓与狄翁遇刺

趁着狄翁丧子神伤,卡利普斯散布虚假流言加紧密谋;面对起疑的女眷,他立下庄严的大誓以求脱身,却公然亵渎神明,选在所誓女神的节日将狄翁杀害。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§56.1

ἐν τοιούτοις δὲ τοῦ Δίωνος ὄντος, ὁ Κάλλιππος ἔτι μᾶλλον εἴχετο τῆς ἐπιβουλῆς, καὶ λόγον εἰς τοὺς Συρακουσίους ἐξέδωκεν ὡς ὁ Δίων, ἄπαις γεγονώς, ἔγνωκε τὸν Διονυσίου καλεῖν Ἀπολλοκράτην καὶ ποιεῖσθαι διάδοχον, ἀδελφιδοῦν μὲν ὄντα τῆς ἑαυτοῦ γυναικός, θυγατριδοῦν δὲ τῆς ἀδελφῆς.

狄翁正处于这般境遇之中,卡利普斯便愈发加紧策划阴谋,并在叙拉古人当中散布流言,称狄翁因膝下无子,已决意召回狄奥尼修斯之子阿波罗克拉忒斯,立其为继承人,而阿波罗克拉忒斯正是狄翁之妻的侄子、狄翁姐妹的外孙。

§56.2

ἤδη δὲ καὶ τὸν Δίωνα καὶ τὰς γυναῖκας ὑπόνοια τῶν πραττομένων εἶχε, καὶ μηνύσεις ἐγίγνοντο πανταχόθεν.

此时,狄翁与家中的女眷们都已对正在进行的图谋有所察觉,告密告警之声四面蜂起。

§56.3

ἀλλʼ ὁ μὲν Δίων, ὡς ἔοικεν, ἐπὶ τοῖς κατὰ τὸν Ἡρακλείδην ἀχθόμενος, καὶ τὸν φόνον ἐκεῖνον, ὥς τινα τοῦ βίου καὶ τῶν πράξεων αὐτῷ κηλῖδα περικειμένην, δυσχεραίνων ἀεὶ καὶ βαρυνόμενος, εἶπεν ὅτι πολλάκις ἤδη θνῄσκειν ἕτοιμός ἐστι καὶ παρέχειν τῷ βουλομένῳ σφάττειν αὐτόν, εἰ ζῆν δεήσει μὴ μόνον τοὺς ἐχθρούς, ἀλλὰ καὶ τοὺς φίλους φυλαττόμενον.1

然而,狄翁似乎为赫拉克利得斯之事深感懊痛,常将那桩杀戮视为缠绕在自己生平与功业上的污点,终日厌弃并为之所累,因而说道,若活着不仅要提防敌人,还得时时防备友人,那他早已随时准备死上多次,宁愿将自身交付给任何想要刺杀他的人。

§56.4

τὰς δὲ γυναῖκας ὁρῶν ὁ Κάλλιππος ἐξεταζούσας ἀκριβῶς τὸ πρᾶγμα, καὶ φοβηθείς, ἦλθε πρὸς αὐτὰς ἀρνούμενος καὶ δακρύων καὶ πίστιν ἣν βούλονται διδόναι βουλόμενος.

卡利普斯见女眷们正在严密追查此事,心生畏惧,便来到她们面前哭泣否认,表示愿意提供她们想要的任何保证。

§56.5

αἱ δʼ ἠξίουν αὐτὸν ὀμόσαι τὸν μέγαν ὅρκον. ἦν δὲ τοιοῦτος· καταβὰς εἰς τὸ τῶν Θεσμοφόρων τέμενος ὁ διδοὺς τὴν πίστιν, ἱερῶν τινων γενομένων, περιβάλλεται τὴν πορφυρίδα τῆς θεοῦ, καὶ λαβὼν δᾷδα καιομένην ἀπόμνυσι.

她们要求他立下“大誓”。这誓约是这样的:立誓者须步入地母神圣域,举行特定祭礼后,披上女神的紫色祭袍,手持燃烧的火炬,庄严起誓。

§56.6

ταῦτα ποιήσας ὁ Κάλλιππος πάντα, καὶ τὸν ὅρκον ἀπομόσας, οὕτω κατεγέλασε τῶν θεῶν ὥστε περιμείνας τὴν ἑορτὴν ἧς ὤμοσε θεοῦ, δρᾷ τὸν φόνον ἐν τοῖς Κορείοις, οὐδὲν ἴσως τὸ περὶ τὴν ἡμέραν τῆς θεοῦ ποιησάμενος,2 ὡς ἀσεβουμένης πάντως,3 εἰ καὶ κατʼ ἄλλον χρόνον ἔσφαττε τὸν μύστην αὐτῆς ὁ μυσταγωγός.

卡利普斯履行了这所有仪式并起誓完毕,却对神明嗤之以鼻,以致特意等到他指着起誓的那位女神的节日,在科瑞节期间下了毒手。他大抵全然不将女神的祭日放在心上,认为既然身为秘仪引渡者的自己要去屠杀女神的密仪加入者,哪怕换在别的时间动手,反正横竖都是亵渎神明。

语法注3 条
  1. 56.3εἰ ζῆν δεήσει μὴ μόνον τοὺς ἐχθρούς, ἀλλὰ καὶ τοὺς φίλους φυλαττόμενον

    在由非人称动词 δεήσει 引出的不定词 ζῆν 短语中,其逻辑主语代词(αὐτόν)被省略,而修饰该主语的伴随分词 φυλαττόμενον 则依格位一致作宾格。

  2. 56.6οὐδὲν ἴσως τὸ περὶ τὴν ἡμέραν τῆς θεοῦ ποιησάμενος

    “οὐδὲν ποιεῖσθαί τι”是一个习语,意为“视……为无物”、“毫不介意”(类似于 περὶ οὐδενὸς ποιεῖσθαι)。此处由定冠词 τὸ 实词化的介词短语“τὸ περὶ τὴν ἡμέραν τῆς θεοῦ”(关于女神祭日之事)充当分词 ποιησάμενος 的直接宾语。

  3. 56.6ὡς ἀσεβουμένης πάντως

    由表示主观理由的 ὡς 引导的属格独立结构。被动态现在分词 ἀσεβουμένης 修饰被省略的逻辑主语 τῆς θεοῦ,意在揭示卡利普斯内心所抱持的托辞:“反正横竖都是亵渎女神”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg060.humanitext-grc2:56.1-56.6