- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg060.humanitext-grc2:55.1-55.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
狄翁目睹形似悲剧复仇女神的凶兆幻象而惊恐万分,乞求友人彻夜陪伴;然而不久之后,其幼子竟因童稚赌气而坠楼身亡。
συνισταμένης δὲ τῆς ἐπιβουλῆς φάσμα γίνεται τῷ Δίωνι μέγα καὶ τερατῶδες, ἐτύγχανε μὲν γὰρ ὀψὲ τῆς ἡμέρας καθεζόμενος ἐν παστάδι τῆς οἰκίας μόνος ὢν πρὸς ἑαυτῷ τὴν διάνοιαν·1
就在这场阴谋策划之际,狄翁面前出现了一个巨大而可怖的幻象。原来,那天傍晚,他正独自坐在府邸的柱廊里,凝神沉思。
ἐξαίφνης δὲ ψόφου γενομένου πρὸς θατέρῳ πέρατι τῆς στοᾶς, ἀποβλέψας ἔτι φωτὸς ὄντος εἶδε γυναῖκα μεγάλην, στολῇ μὲν καὶ προσώπῳ μηδὲν Ἐριννύος τραγικῆς παραλλάττουσαν,2 σαίρουσαν δὲ καλλύντρῳ τινὶ τὴν οἰκίαν.
忽然,柱廊的另一端传来响动,趁着天色尚明,他举目望去,只见一个身材高大的妇人,服饰与面貌与悲剧中的复仇女神全无二致,正拿着一把扫帚模样的东西清扫屋宇。
ἐκπλαγεὶς δὲ δεινῶς καὶ περίφοβος γενόμενος μετεπέμψατο τοὺς φίλους καὶ διηγεῖτο τὴν ὄψιν αὐτοῖς καὶ παραμένειν ἐδεῖτο καὶ συννυκτερεύειν, παντάπασιν ἐκστατικῶς ἔχων καὶ δεδοικὼς μὴ πάλιν εἰς ὄψιν αὐτῷ μονωθέντι τὸ τέρας ἀφίκηται. τοῦτο μὲν οὖν αὖθις οὐ συνέπεσε.
他惊骇万分,恐惧至极,便遣人召来友人,向他们叙述所见的景象,并哀求他们留在身边一同过夜,因为他神魂颠倒,唯恐自己独处时这怪物会再度现身。这异象后来并未再次降临。
μεθʼ ἡμέρας δʼ ὀλίγας ὁ υἱὸς αὐτοῦ σχεδὸν ἀντίπαις ὤν, ἔκ τινος λύπης καὶ ὀργῆς μικρὰν καὶ παιδικὴν ἀρχὴν λαβούσης,3 ἔρριψεν ἑαυτὸν ἀπὸ τοῦ τέγους ἐπὶ τὴν κεφαλὴν καὶ διεφθάρη.
然而数日之后,他那年近青年的儿子,因一些微不足道、出于童稚之事的悲愤与赌气,竟从屋顶倒栽葱跳下,殒命身亡。
- 55.1πρὸς ἑαυτῷ τὴν διάνοιαν
介词短语 πρὸς ἑαυτῷ(专注于自身)与表示限定或视角的宾格(accusative of respect)τὴν διάνοιαν(在心意、思绪上)构成的惯用表达,意为“凝神沉思”或“沉浸在自己的思绪中”。
- 55.2μηδὲν Ἐριννύος τραγικῆς παραλλάττουσαν
动词 παραλλάσσω(与……不同)支配表示比较或分离的属格 Ἐριννύος τραγικῆς,并由充当副词性修饰的宾格 μηδέν(全无、丝毫没有)加以否定,整句意为“与悲剧中的复仇女神全无二致”。
- 55.4ἔκ τινος λύπης καὶ ὀργῆς μικρὰν καὶ παιδικὴν ἀρχὴν λαβούσης
单数阴性不定过去时分词 λαβούσης 修饰并列属格名词 λύπης καὶ ὀργῆς(悲伤与愤怒),语法上与邻近的阴性名词 ὀργῆς 保持一致。整个介词短语表示起因:“由于从微不足道且出于童稚的由头中生出的悲愤与赌气”。
