← 普鲁塔克

狄翁传

§54.1-54.5

卡利普斯的阴谋与刺杀狄翁的企图

雅典人卡利普斯利用狄翁对他的信任,借监视不满分子之名暗中纠集叛党,策动雇佣兵图谋刺杀狄翁。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§54.1

ἦν δέ τις ἑταῖρος τοῦ Δίωνος ἐξ Ἀθηνῶν, Κάλλιππος, ὅν φησιν ὁ Πλάτων οὐκ ἀπὸ παιδείας, ἀλλʼ ἐκ μυσταγωγιῶν καὶ τῆς περιτρεχούσης ἑταιρείας γνώριμον αὐτῷ γενέσθαι καὶ συνήθη, μετασχὼν δὲ τῆς στρατείας1 καὶ τιμώμενος, ὥστε καὶ συνεισελθεῖν εἰς τὰς Συρακούσας πρῶτος τῶν ἑταίρων ἁπάντων, ἐστεφανωμένος καὶ λαμπρὸς ἐν τοῖς ἀγῶσι καὶ διάσημος.

在狄翁的同伴中,有一位来自雅典的卡利普斯。柏拉图说,他与狄翁相识并亲近,并非出于学问教养,而是由于参与入教秘仪以及日常的交际往来。然而他参加了这次远征,并深得器重,以致在所有同伴中头戴花冠率先随狄翁进入叙拉古,且在诸般战阵中功勋卓著、声名赫赫。

§54.2

ἐπεὶ δέ, τῶν πρώτων καὶ βελτίστων φίλων τοῦ Δίωνος ἀνηλωμένων ὑπὸ τοῦ πολέμου, καὶ τεθνηκότος Ἡρακλείδου, τόν τε δῆμον ἑώρα τῶν Συρακουσίων ἔρημον ἡγεμόνος ὄντα καὶ τοὺς στρατιώτας τοὺς μετὰ Δίωνος προσέχοντας αὐτῷ μάλιστα, μιαρώτατος ἀνθρώπων γενόμενος καὶ παντάπασιν ἐλπίσας Σικελίαν ἆθλον ἕξειν τῆς ξενοκτονίας, ὡς δέ φασιν ἔνιοι, καὶ τάλαντα προσλαβὼν εἴκοσι τοῦ φόνου μισθὸν παρὰ τῶν πολεμίων, διέφθειρε καὶ παρεσκεύαζέ τινας τῶν ξένων ἐπὶ τόν Δίωνα, κακοηθεστάτην ἀρχὴν καὶ πανουργοτάτην ποιησάμενος.

但后来,随着狄翁最初且最优秀的友人多在战争中丧生,赫拉克利德斯亦已死去,卡利普斯看到叙拉古民众缺乏首领,而狄翁麾下的士兵也最为信赖仰仗于他〔卡利普斯〕。于是他沦为人类中最邪恶之徒,一心指望将西西里作为诛杀客友的奖赏据为己有——如某些人所说,他还从敌人那里额外收取了二十塔兰同作为谋杀的酬劳——便着手策划了一场极其阴险奸诈的阴谋,收买并策动了一批外邦雇佣兵来对付狄翁。

§54.4

ἀεὶ γάρ τινας φωνὰς τῶν στρατιωτῶν πρὸς ἐκεῖνον ἢ λελεγμένας ἀληθῶς ἀναφέρων ἢ πεπλασμένας ὑφʼ αὐτοῦ, τοιαύτην ἐξουσίαν ἔλαβε διὰ τὴν πίστιν ὥστʼ ἐντυγχάνειν κρύφα καὶ διαλέγεσθαι μετὰ παρρησίας οἷς βούλοιτο κατὰ τοῦ Δίωνος, αὐτοῦ κελεύοντος,2 ἵνα μηδὲ εἷς λανθάνῃ τῶν ὑπούλως καὶ δυσμενῶς ἐχόντων.

因为他总是向狄翁汇报士兵们的一些言论,无论是确有其言还是由他捏造,他凭借这份信任获得了如此大的权限,奉狄翁本人之命,得以秘密会见任何他想见的人,并毫无顾忌地发表反对狄翁的言论,以防任何包藏祸心与心怀恶意者逃脱监察。

§54.5

ἐκ δὲ τούτων συνέβαινε τοὺς μὲν πονηροὺς καὶ νοσοῦντας εὑρίσκειν ταχὺ καὶ συνιστάναι τόν Κάλλιππον, εἰ δέ τις ἀπωσάμενος τοὺς λόγους αὐτοῦ καὶ τὴν πεῖραν ἐξείποι πρὸς τόν Δίωνα, μὴ ταράττεσθαι μηδὲ χαλεπαίνειν ἐκεῖνον, ὡς ἃ προσέταττε τοῦ Καλλίππου περαίνοντος.3

由此带来的结果是,卡利普斯很快就发现并拉拢了那些奸恶与图谋不轨之人;而倘若有人拒绝了他的游说与试探并向狄翁告密,狄翁也不会感到惊慌或恼怒,只道卡利普斯是在执行自己的命令。

语法注3 条
  1. 54.1μετασχὼν δὲ τῆς στρατείας

    在关系代词从句内部的“宾格加不定式”结构(ὅν φησιν ... γενέσθαι)之后,出现了主格分词 μετασχών(以及随后的 ἐστεφανωμένος 等)。这是一种破格结构(anacoluthon),脱离了不定式句式,直接与主格先行词 Κάλλιππος 取得一致。

  2. 54.4αὐτοῦ κελεύοντος

    属格绝对结构。代词 αὐτοῦ 并非指主语卡利普斯,而是指狄翁。它表明这不是卡利普斯擅自密谋,而是在“狄翁本人命令之下”(借刺探异端分子之名)进行的行动。

  3. 54.5ὡς ἃ προσέταττε τοῦ Καλλίππου περαίνοντος

    连词 ὡς 与属格绝对结构(τοῦ Καλλίππου περαίνοντος)连用,表达狄翁的主观认知与动机(“以为卡利普斯正在执行他所吩咐的事”)。关系代词 ἃ 省略了先行词,作为 περαίνοντος 的宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg060.humanitext-grc2:54.1-54.5