- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg060.humanitext-grc2:53.1-53.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
赫拉克利德斯抗命不入议事会并持续控告狄翁,狄翁为推行混合政体改革遂默许杀手将其除掉,随后通过盛大葬礼与演讲说服了悲痛的叙拉古人。
ὁ γὰρ Ἡρακλείδης αὖθις ἐπέκειτο· καὶ πρῶτον μὲν εἰς συνέδριον παρακαλούμενος οὐκ ἐβούλετο βαδίζειν ἰδιώτης γὰρ ὢν μετὰ τῶν ἄλλων ἐκκλησιάζειν πολιτῶν.1
因为赫拉克利德斯再次步步紧逼。起初,当被召入议事会时,他拒绝前去,声称自己既为平民,就该与其他公民一同参加公民大会。
ἔπειτα κατηγόρει τοῦ Δίωνος ὅτι τὴν ἄκραν οὐ κατέσκαψε καὶ τῷ δήμῳ τὸν Διονυσίου τάφον ὡρμημένῳ λῦσαι καὶ τὸν νεκρὸν ἐκβαλεῖν οὐκ ἐπέτρεψε, μεταπέμπεται δὲ ἐκ Κορίνθου συμβούλους καὶ συνάρχοντας, ἀπαξιῶν τοὺς πολίτας.
接着,他控告狄翁没有拆毁卫城,对一心想捣毁狄奥尼修斯陵墓并抛弃其尸骸的民众不予准许,反而藐视本国公民,从科林斯召来顾问与共治者。
τῷ δʼ ὄντι μετεπέμπετο τοὺς Κορινθίους ὁ Δίων, ἣν ἐπενόει πολιτείαν ῥᾷον ἐλπίζων καταστήσειν2 ἐκείνων παραγενομένων.
事实上,狄翁确实在召请科林斯人,他指望等他们到来后,能更容易确立自己构想中的政体。
ἐπενόει δὲ τὴν μὲν ἄκρατον δημοκρατίαν, ὡς οὐ πολιτείαν, ἀλλὰ παντοπώλιον οὖσαν πολιτειῶν, κατὰ τὸν Πλάτωνα, κωλύειν, Λακωνικὸν δέ τι καὶ Κρητικὸν σχῆμα μιξάμενος ἐκ δήμου καὶ βασιλείας, ἀριστοκρατίαν ἔχον τὴν ἐπιστατοῦσαν καὶ βραβεύουσαν τὰ μέγιστα, καθιστάναι καὶ κοσμεῖν, ὁρῶν καὶ τοὺς Κορινθίους ὀλιγαρχικώτερόν τε πολιτευομένους καὶ μὴ πολλὰ τῶν κοινῶν ἐν τῷ δήμῳ πράττοντας.
他所构想的是:遏止那种按柏拉图所说并非政体而是各色政体之杂货铺的极端民主制;融合民众与王权,仿照斯巴达与克里特模式,建立并规范一种由贵族制统辖并裁决最重大事务的政体,因为他看到科林斯人治国也较为偏向寡头制,且不在民众大会中处理过多公务。
ὡς οὖν μάλιστα πρὸς ταῦτα τὸν Ἡρακλείδην ἐναντιώσεσθαι προσεδόκα, καὶ τἆλλα ταραχώδης καὶ εὐμετάθετος καὶ στασιαστικὸς ἦν, οὓς πάλαι βουλομένους αὐτὸν ἐκώλυεν ἀνελεῖν, τούτοις ἐπέτρεψε τότε· καὶ παρελθόντες εἰς τὴν οἰκίαν ἀποκτιννύουσιν αὐτόν.
因此,狄翁料定赫拉克利德斯对此必极力反对,加之他在其他方面也素来喜好作乱、反复无常且擅长煽动党争,狄翁便在此时准许了那些早就想除掉赫拉克利德斯而先前一直被自己劝阻的人;他们随即闯入其家中,将其杀害。
ἐλύπησε δὲ σφόδρα τοὺς Συρακουσίους ἀποθανών. ὅμως δὲ τοῦ Δίωνος ταφάς τε λαμπρὰς παρασκευάσαντος καὶ μετὰ τοῦ στρατεύματος ἑπομένου προπέμψαντος τὸν νεκρόν, εἶτα διαλεχθέντος αὐτοῖς, συνέγνωσαν ὡς οὐ δυνατὸν ἦν ταρασσομένην παύσασθαι τὴν πόλιν3 Ἡρακλείδου καὶ Δίωνος ἅμα πολιτευομένων.
他的死使叙拉古人极度悲伤。然而,狄翁为他操办了盛大的葬礼,率领军队护送其遗体,随后向民众发表讲话,人们这才认可:只要赫拉克利德斯与狄翁同时执政,城邦便不可能停止动荡。
- 53.1ἰδιώτης γὰρ ὢν μετὰ τῶν ἄλλων ἐκκλησιάζειν πολιτῶν
不定式 ἐκκλησιάζειν 并非直接作谓语动词 οὐκ ἐβούλετο 的宾语,而是间接引语的不定式,表达赫拉克利德斯本人的推托之词,句中省略了表达言说的动词(如 ἔφη,“声称……”)。虽然语法上也可以理解为与 οὐκ ἐβούλετο 并列(“不愿去……[而是想]参会”),但插入的 γάρ 表明这是其拒绝的自白理由。
- 53.3ἣν ἐπενόει πολιτείαν ῥᾷον ἐλπίζων καταστήσειν
先行词 πολιτείαν 被吸纳到了由关系代词 ἣν 引导的关系从句内部(先行词内入句式)。其基础句法结构相当于 ἐλπίζων ῥᾷον καταστήσειν τὴν πολιτείαν ἣν ἐπενόει(“希望更轻易地确立其所构想的政体”)。
- 53.6ταρασσομένην παύσασθαι τὴν πόλιν
中动态动词 παύομαι(停止、平息)惯常接补充性分词;此处 ταρασσομένην 作 παύσασθαι 的补充性分词,与不定式逻辑主语 τὴν πόλιν 一致,构成了“城邦停止动荡”(即恢复安定)的句式。
