- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg060.humanitext-grc2:52.1-52.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
得胜后的狄翁慷慨犒赏友人与盟邦,自身却坚守学园式的极度简朴节制,深受赞誉;但他对待民众依然态度冷峻强硬,即便有柏拉图的告诫也拒不放低身段。
οὕτω δὲ τῶν πραγμάτων αὐτῷ προκεχωρηκότων οὐδὲν ἀπολαῦσαι πρότερον ἠξίωσε τῆς παρούσης εὐτυχίας ἢ τὸ καὶ φίλοις χάριτας καὶ συμμάχοις δωρεάς, μάλιστα δὲ τοῖς ἐν ἄστει συνήθεσι καὶ ξένοις ἀπονεῖμαί τινα φιλανθρωπίας καὶ τιμῆς μερίδα,1 τῇ μεγαλοψυχίᾳ τὴν δύναμιν ὑπερβαλλόμενος, ἑαυτὸν δὲ λιτῶς καὶ σωφρόνως ἐκ τῶν τυχόντων διῴκει, θαυμαζόμενος ὅτι, μὴ μόνον Σικελίας τε καὶ Καρχηδόνος, ἀλλὰ καὶ τῆς Ἑλλάδος ὅλης ἀποβλεπούσης πρὸς αὐτὸν εὐημεροῦντα, καὶ μηδὲν οὕτω μέγα τῶν τότε νομιζόντων,2 μηδʼ ἐπιφανεστέρας περὶ ἄλλον ἡγεμόνα τόλμης καὶ τύχης γεγονέναι δοκούσης, οὕτω παρεῖχεν ἑαυτὸν ἐσθῆτι καὶ θεραπείᾳ καὶ τραπέζῃ μέτριον, ὥσπερ ἐν Ἀκαδημείᾳ συσσιτῶν μετὰ Πλάτωνος, οὐκ ἐν ξεναγοῖς καὶ μισθοφόροις διαιτώμενος, οἷς αἱ καθʼ ἑκάστην ἡμέραν πλησμοναὶ καὶ ἀπολαύσεις παραμυθία τῶν πόνων καὶ τῶν κινδύνων εἰσίν.
当他的事务如此顺利推进时,他认为在自己当前的幸运中,最先应当享受的莫过于以其宽宏大量超越自身资力,向朋友表达感激,向盟友分赠礼物,尤其是向城中的熟人和宾客分赐一份仁爱与尊荣;至于他自己,则凭日常所有简朴而克制地自处。人们无不惊叹:不仅西西里和迦太基,而且整个希腊都注视着飞黄腾达的他,人们当时认为没有任何事物如此伟大,也没有哪位领袖身上显现出如此显赫的胆略与机运,他却在衣着、侍从与饮食上表现得如此简素,仿佛在阿卡德米亚与柏拉图同桌共餐,而非生活在雇佣军将领与雇佣兵之间——对那些人而言,日常的饕餮与享乐乃是对辛劳与危险的抚慰。
ἀλλʼ ἐκείνῳ μὲν Πλάτων ἔγραφεν ὡς πρὸς ἕνα νῦν τῆς οἰκουμένης τοῦτον ἅπαντες ἀποβλέπουσιν, αὐτὸς δὲ ἐκεῖνος, ὡς ἔοικεν, ἀφεώρα πρὸς ἓν χωρίον μιᾶς πόλεως, τὴν Ἀκαδήμειαν, καὶ τοὺς αὐτόθι καὶ θεατὰς καὶ δικαστὰς ἐγίνωσκεν οὔτε πρᾶξιν οὔτε τόλμαν οὔτε νίκην τινὰ θαυμάζοντας, ἀλλὰ μόνον εἰ κοσμίως καὶ σωφρόνως τῇ τύχῃ χρῆται καὶ παρέχει μέτριον ἑαυτὸν ἐν πράγμασι μεγάλοις ἀποσκοποῦντας.3
然而,柏拉图写信告诉他,如今整个已知世界的人都在注视着他这唯一的人,而他自己似乎却只回望着一座城里的单一处所——阿卡德米亚,并且认定那里的旁观者与评判者既不赞赏任何功业、胆魄,也不赞赏任何胜利,而只是密切注视着他是否端庄克制地运用机运,并在大事业中保持谦抑。
τοῦ μέντοι περὶ τὰς ὁμιλίας ὄγκου καὶ τοῦ πρὸς τὸν δῆμον ἀτενοῦς ἐφιλονείκει μηδὲν ὑφελεῖν4 μηδὲ χαλάσαι, καίτοι τῶν πραγμάτων αὐτῷ χάριτος ἐνδεῶν ὄντων, καὶ Πλάτωνος ἐπιτιμῶντος, ὡς εἰρήκαμεν, καὶ γράφοντος ὅτι ἡ αὐθάδεια ἐρημίᾳ σύνοικός ἐστιν.
然而,在社交中的威严以及对民众的冷峻态度上,他却执意不作丝毫减损与退让,尽管他的局势本需怀柔与温厚,而且柏拉图也如我们所言曾规诫他,并写道“傲慢与孤寂同住”。
ἀλλὰ φύσει τε φαίνεται πρὸς τὸ πιθανὸν δυσκεράστῳ κεχρημένος, ἀντισπᾶν τε τοὺς Συρακουσίους ἄγαν ἀνειμένους καὶ διατεθρυμμένους προθυμούμενος.
不过,看来他不仅天生就具备一种不易随顺人心、难以取悦他人的性情,而且一心想要将过于放纵和骄奢的叙拉古人猛力拉回正轨。
- 52.1οὐδὲν ἀπολαῦσαι πρότερον ἠξίωσε τῆς παρούσης εὐτυχίας ἢ τὸ καὶ φίλοις χάριτας καὶ συμμάχοις δωρεάς, μάλιστα δὲ τοῖς ἐν ἄστει συνήθεσι καὶ ξένοις ἀπονεῖμαί τινα φιλανθρωπίας καὶ τιμῆς μερίδα
主要动词 ἠξίωσε(“认为……是应当的”)后接不定式 ἀπολαῦσαι(支配表示来源的属格 τῆς παρούσης εὐτυχίας),并通过比较句式 πρότερον ... ἢ(“比……更早/除……之外不……”)与带冠词的不定式短语 τὸ ... ἀπονεῖμαι 形成对比。整句骨架为:“除分赠(τὸ ἀπονεῖμαι)恩惠与荣誉之外,他认为不应先从当下的幸运中享受任何东西”。
- 52.2μηδὲν οὕτω μέγα τῶν τότε νομιζόντων
这是一个属格绝对结构(genitive absolute)。其中的阳性复数分词 νομιζόντων 在意义上与前文地名(Σικελίας τε καὶ Καρχηδόνος ... τῆς Ἑλλάδος ὅλης)所转喻指代的各地居民相一致(即意义一致 constructio ad sensum)。μηδέν 作 νομιζόντων 的宾语,οὕτω μέγα 为宾语补足语(谓语性宾格),τῶν τότε 为部分属格(“在当时的人事之中”)。
- 52.4ἀποσκοποῦντας
分词 ἀποσκοποῦντας(阳性复数宾格)修饰前面的 τοὺς αὐτόθι καὶ θεατὰς καὶ δικαστάς。它与前文的 οὔτε πρᾶξιν οὔτε τόλμαν οὔτε νίκην τινὰ θαυμάζοντας 形成“非……而是……”的对比,并引出由 εἰ 引导的间接疑问句 εἰ κοσμίως καὶ σωφρόνως τῇ τύχῃ χρῆται ...(“密切观察他是否得体而节制地运用机运……”)。
- 52.5τοῦ μέντοι περὶ τὰς ὁμιλίας ὄγκου καὶ τοῦ πρὸς τὸν δῆμον ἀτενοῦς ἐφιλονείκει μηδὲν ὑφελεῖν
动词 ἐφιλονείκει(“固执地力图”)后接不定式 μηδὲν ὑφελεῖν(“不削减任何东西”)和 χαλάσαι。句首前置的属格短语 τοῦ ... ὄγκου καὶ τοῦ ... ἀτενοῦς 作为 ὑφελεῖν 所要求的表示分离或部分的属格,修饰直接宾语 μηδέν(“从威严与冷峻态度中不减损分毫”)。
