- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg060.humanitext-grc2:51.1-51.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
进入卫城后,狄翁与前来迎接的姐姐阿里斯托玛刻及儿子重聚,深情接纳并宽恕了被迫改嫁的妻子阿瑞忒,令其前往自己的宅邸,同时将卫城交还给叙拉古人。
ἐκπλεύσαντος δὲ τοῦ Ἀπολλοκράτους, καὶ τοῦ Δίωνος εἰς τὴν ἀκρόπολιν βαδίζοντος, οὐκ ἐκαρτέρησαν αἱ γυναῖκες οὐδʼ ἀνέμειναν εἰσελθεῖν αὐτόν, ἀλλʼ ἐπὶ τὰς θύρας ἐξέδραμον, ἡ μὲν Ἀριστομάχη τὸν υἱὸν ἄγουσα τοῦ Δίωνος, ἡ δʼ Ἀρετὴ κατόπιν εἵπετο δακρύουσα, καὶ διαποροῦσα πῶς ἀσπάσηται καὶ προσείπῃ1 τὸν ἄνδρα κοινωνίας αὐτῇ πρὸς ἕτερον γεγενημένης.
当阿波罗克拉忒斯乘船离去、狄翁正向卫城走去时,妇女们按捺不住,也不等他走进来,就奔向大门:阿里斯托玛刻领着狄翁的儿子,而阿瑞忒跟在后面流着泪,不知该如何向丈夫致意并开口说话,因为她已与另一个男人发生了结合。
ἀσπασαμένου δʼ αὑτοῦ πρῶτον τὴν ἀδελφήν, εἶτα τὸ παιδίον, ἡ Ἀριστομάχη προσαγαγοῦσα τὴν Ἀρετήν, ἠτυχοῦμεν, ὦ Δίων, ἔφη, σοῦ φεύγοντος· ἥκων δὲ καὶ νικῶν ἀφῄρηκας ἡμῶν ἁπάντων τὰς κατηφείας, πλὴν μόνης ταύτης,2 ἣν ἐπεῖδον ἡ δυστυχὴς ἐγὼ σοῦ ζῶντος ἑτέρῳ συνελθεῖν βιασθεῖσαν.
当狄翁首先拥抱了姐姐,接着又拥抱了孩子后,阿里斯托玛刻引着阿瑞忒上前说道:“狄翁啊,在您流亡期间,我们是不幸的;但如今您归来并得胜,便消除了我们所有人的悲戚,唯独除这一个人之外——不幸的我曾亲眼看见,在您尚在人世时,她被迫与另一个人结合。
ὅτε οὖν σὲ κύριον ἡμῶν ἡ τύχη πεποίηκε, πῶς αὐτῇ διαιτᾷς ἐκείνην τὴν ἀνάγκην; πότερον ὡς θεῖον ἢ καὶ ὡς ἄνδρα σε ἀσπάσεται;
因此,既然命运让您成了我们的主宰,您将如何为她裁决那场身不由己的遭遇?她该把您当作舅父来致意,还是也当作丈夫来致意呢?”
τοιαῦτα τῆς Ἀριστομάχης λεγούσης ὁ Δίων ἐκδακρύσας προσηγάγετο φιλοστόργως τὴν γυναῖκα· καὶ παραδοὺς αὐτῇ τὸν υἱὸν ἐκέλευσεν εἰς τὴν οἰκίαν τὴν αὑτοῦ βαδίζειν, ὅπου καὶ αὐτὸς διῃτᾶτο, τὴν ἄκραν ἐπὶ τοῖς Συρακουσίοις ποιησάμενος.3
阿里斯托玛刻这样说完,狄翁便流下泪来,深情地将妻子拥入怀中;他把儿子交还给她,吩咐她前往他自己的宅邸,他本人亦住在那里,而将卫城交由叙拉古人掌管。
- 51.1διαποροῦσα πῶς ἀσπάσηται καὶ προσείπῃ
在疑问副词 πῶς 引导的间接疑问从句中,动词 ἀσπάσηται 和 προσείπῃ 为不定过去时虚拟式,保留了直接引语中审议虚拟式(deliberative subjunctive,“我当如何致意……?”)的语气。
- 51.3πλὴν μόνης ταύτης
虚词介词 πλὴν(“除……之外”)支配属格,此处在句法上呼应并排除了前文的属格短语 ἡμῶν ἁπάντων(“我们所有人[的悲戚]”)。
- 51.5ἐπὶ τοῖς Συρακουσίοις ποιησάμενος
中动分词 ποιησάμενος 与介词 ἐπί 连同与格名词搭配,构成习语,意为“置于……的掌控之中”或“交由……全权支配”。此处指狄翁将卫城(τὴν ἄκραν)的管理与支配权交给了叙拉古人。
