← 普鲁塔克

狄翁传

§50.1-50.4

卫城投降与僭主家族的撤离

叙拉古人解散舰队全力围攻卫城,陷入绝境的狄奥尼修斯之子最终投降并乘船投奔其父,全城民众欢庆僭主统治的终结。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§50.1

ἐκ τούτου κατέλυσαν μὲν οἱ Συρακούσιοι τὸ ναυτικόν, οὐδὲν γὰρ ἦν ἔργον αὐτοῦ, μεγάλαι δὲ δαπάναι τοῖς πλέουσι, καὶ στάσεως ἀφορμαὶ τοῖς ἄρχουσι· τὴν δὲ ἄκραν ἐπολιόρκουν ἐξοικοδομήσαντες τὸ περιτείχισμα.

此后,叙拉古人解散了舰队,因为舰队已无用武之地,维持水手开销巨大,又成为将领们党争内讧的根源;他们修筑完成包围墙,转而围攻卫城。

§50.2

μηδενὸς δὲ τοῖς πολιορκουμένοις βοηθοῦντος, ἐπιλιπόντος δὲ σίτου, τῶν δὲ μισθοφόρων γινομένων πονηρῶν, ἀπογνοὺς ὁ υἱὸς τοῦ Διονυσίου τὰ πράγματα καὶ σπεισάμενος πρὸς τὸν Δίωνα τὴν μὲν ἄκραν ἐκείνῳ μετὰ τῶν ὅπλων καὶ τῆς ἄλλης κατασκευῆς παρέδωκεν, αὐτὸς δὲ τὴν μητέρα καὶ τὰς ἀδελφὰς ἀναλαβὼν καὶ πέντε πληρωσάμενος τριήρεις ἐξέπλει πρὸς τὸν πατέρα, τοῦ Δίωνος ἀσφαλῶς μὲν ἐκπέμποντος, οὐδενὸς δὲ τῶν ἐν Συρακούσαις ἀπολείποντος ἐκείνην τὴν ὄψιν, ἀλλὰ καὶ τοὺς μὴ παρόντας ἐπιβοωμένων,1 ὅτι τὴν ἡμέραν ταύτην καὶ τὸν ἥλιον ἐλευθέραις ἀνίσχοντα ταῖς Συρακούσαις οὐκ ἐφορῶσιν.

由于被围困者得不到任何救援,粮食告罄,雇佣兵又变得不可靠,狄奥尼修斯的儿子对局势陷入绝望,遂与狄奥达成协定,将卫城连同军械及其他装备移交给他;他自己则带上母亲和姐妹,配备了五艘三列桨战船,扬帆前往父亲处。狄奥安全地送他们离开,而叙拉古全城无一人错过这一盛景,人们甚至对不在场的人发出惋惜之声,慨叹他们未能目睹这一天以及那升起在重获自由的叙拉古之上的太阳。

§50.4

ὅπου γὰρ ἔτι νῦν2 τῶν λεγομένων κατὰ τῆς τύχης παραδειγμάτων ἐμφανέστατόν ἐστι καὶ μέγιστον ἡ Διονυσίου φυγή, τίνα χρὴ δοκεῖν αὐτῶν ἐκείνων τὴν τότε χαρὰν γενέσθαι3 καὶ πηλίκον φρονῆσαι τοὺς τὴν μεγίστην τῶν πώποτε τυραννίδων καθελόντας ἐλαχίσταις ἀφορμαῖς;

因为即便是到了今天,在谈及命运无常的诸多例证中,狄奥尼修斯的逃亡依然是最昭彰、最宏大的一例;那么可以想见,当时那些亲身经历之人该有着怎样的欢欣,而以微不足道的资本推翻了有史以来最大僭主统治的他们,又该怀着多么崇高的自豪!

语法注3 条
  1. 50.3ἐπιβοωμένων

    相对于前文单数的独立属格结构 οὐδενὸς ... ἀπολείποντος,ἐπιβοωμένων 是因意义上的主语为叙拉古一般民众(复数)而按意义一致原则(constructio ad sensum)采用的复数属格分词。此处意为对不在场的人们大声呼唤并表示惋惜。

  2. 50.4ὅπου γὰρ ἔτι νῦν

    连词 ὅπου 在此并非单纯表示地点,而是引出一个事实前提("鉴于……"、"在……的情况下"),与主句的修辞反问 τίνα χρὴ δοκεῖν... 相互呼应,表达因果推论。

  3. 50.4τίνα χρὴ δοκεῖν αὐτῶν ἐκείνων τὴν τότε χαρὰν γενέσθαι

    非人称动词 χρή 所接的带不定式的宾格结构。不定式 γενέσθαι 的主语是宾格 τὴν τότε χαράν("当时的喜悦"),τίνα 作其表语宾格,而 αὐτῶν ἐκείνων 是修饰 χαράν 的所属属格,整句直译为"应当认为那些人当年的喜悦是何等的呢"。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg060.humanitext-grc2:50.1-50.4