← 普鲁塔克

狄翁传

§49.1-49.7

挫败赫拉克利得斯的企图与立誓和解

狄奥在内讧压力下交战受挫后,通过连夜强行军挫败了赫拉克利得斯抢占叙拉古的企图,随后在斯巴达人格西卢斯的调解下与赫拉克利得斯立誓和解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§49.1

Φάρακος δὲ πρὸς Νέᾳ πόλει τῆς Ἀκραγαντίνης στρατοπεδεύοντος, ἐξαγαγὼν τοὺς Συρακουσίους ἐβούλετο μὲν ἐν ἑτέρῳ καιρῷ διαγωνίσασθαι πρὸς αὐτόν, Ἡρακλείδου δὲ καὶ τῶν ναυτῶν καταβοώντων ὡς οὐ βούλεται μάχῃ κρῖναι τὸν πόλεμον Δίων, ἀλλʼ ἀεὶ μένοντος ἄρχειν,1 ἀναγκασθεὶς συνέβαλε καὶ ἡττήθη.

当法拉克斯驻扎在阿克拉加斯境内的涅阿波利斯时,狄奥率领叙拉古人出战,本希望在另一个更有利的时机与他决战;但由于赫拉克利得斯和水兵们大声叫嚷,指责狄奥不想通过战斗决出战果,而是想在战争久拖不决之际永远独揽大权,狄奥被迫交战并遭致失败。

§49.2

γενομένης δὲ τῆς τροπῆς οὐ βαρείας, ἀλλὰ μᾶλλον ὑφʼ ἑαυτῶν καὶ τοῦ στασιάζειν ταραχθέντων,2 αὖθις ὁ Δίων παρεσκευάζετο μάχεσθαι καὶ συνέταττε πείθων καὶ παραθαρρύνων.

然而溃败并不严重,更多是由于他们自身的动摇和内部的纷争而陷入混乱;因此狄奥再次准备战斗,一边说服和鼓励众人,一边重整阵列。

§49.3

τῆς δὲ νυκτὸς ἀρχομένης ἀγγέλλεται πρὸς αὐτὸν Ἡρακλείδην ἄραντα τὸν στόλον πλεῖν ἐπὶ Συρακουσῶν, ἐγνωκότα τὴν πόλιν καταλαβεῖν κἀκεῖνον ἀποκλεῖσαι μετὰ τοῦ στρατεύματος, εὐθὺς οὖν ἀναλαβὼν τοὺς δυνατωτάτους καὶ προθυμοτάτους ἱππάσατο διὰ τῆς νυκτός· καὶ περὶ τρίτην ὥραν τῆς ἡμέρας πρὸς ταῖς πύλαις ἦν, σταδίους κατηνυκὼς ἑπτακοσίους.

入夜时分,有人向他报告,赫拉克利得斯已率舰队启航前往叙拉古,企图占领城邦并将他和军队关在城外。于是狄奥立即带领最强壮、最热切的兵士彻夜策马驰骋;行完七百斯塔德后,在白昼第三时左右便赶到了城门前。

§49.5

Ἡρακλείδης δὲ ταῖς ναυσὶν, ὡς ἁμιλλώμενος ὑστέρησεν, ἀποπλεύσας καὶ πλανώμενος ἐν ταῖς πράξεσιν ἀσκόπως ἐπιτυγχάνει Γαισύλῳ τῷ Σπαρτιάτῃ, φάσκοντι πλεῖν ἐφʼ ἡγεμονίᾳ Σικελιωτῶν ἐκ Λακεδαίμονος, ὡς πρότερόν ποτε Γύλιππος.

赫拉克利得斯在速度较量中落后,率船队退走后盲目徘徊于各种企图之间,偶然遇见了斯巴达人格西卢斯;此人声称自己是像当年的吉利普斯一样,奉命从拉刻代蒙航海前来统领西西里希腊人。

§49.6

ἄσμενος οὖν ἀναλαβὼν τοῦτον τὸν ἄνδρα καὶ περιαψάμενος ὥσπερ ἀλεξιφάρμακον τοῦ Δίωνος ἐπεδείκνυτο τοῖς συμμάχοις· καὶ κήρυκα πέμπων εἰς τὰς Συρακούσας ἐκέλευε δέχεσθαι τὸν Σπαρτιάτην ἄρχοντα τοὺς πολίτας.

赫拉克利得斯欣然接纳此人,将他当作对付狄奥的护身符一般带在身边向盟友展示;并派遣使者前往叙拉古,命令市民们接纳这位斯巴达人作为统治者。

§49.7

ἀποκριναμένου δὲ τοῦ Δίωνος ὡς εἰσὶν ἄρχοντες ἱκανοὶ τοῖς Συρακουσίοις, εἰ δὲ πάντως δέοι καὶ Σπαρτιάτου τοῖς πράγμασιν, αὐτὸς οὗτος εἶναι,3 κατὰ ποίησιν γεγονὼς Σπαρτιάτης, τὴν μὲν ἀρχὴν ὁ Γαίσυλος ἀπέγνω, πλεύσας δὲ πρὸς τὸν Δίωνα διήλλαξε τὸν Ἡρακλείδην ὅρκους δόντα καὶ πίστεις τὰς μεγίστας, αἷς αὐτὸς ὁ Γαισύλος ὤμοσε τιμωρὸς ἔσεσθαι Δίωνι καὶ κολαστὴς Ἡρακλείδου κακοπραγμονοῦντος.

狄奥回答说,叙拉古人已有足够的管理者,若无论如何非要一位斯巴达人主持政局不可,他自己就是那个人——因为他已通过正式程序被授予斯巴达公民身份。格西卢斯遂放弃了夺取指挥权的念头,乘船前往狄奥处,使赫拉克利得斯与狄奥达成和解,赫拉克利得斯为此立下了最庄严的誓言与保证;在这些誓言中,格西卢斯本人也发誓,若赫拉克利得斯图谋不轨,自己定将作为狄奥的臂助严惩赫拉克利得斯。

语法注3 条
  1. 49.1ἀεὶ μένοντος ἄρχειν

    μένοντος 为属格独立结构,其逻辑主语 τοῦ πολέμου(战争)根据上下文被省略,意为“在战争延续之际”。它修饰不定式 ἄρχειν(持续掌权),后者通过 ἀλλά 与由 οὐ βούλεται 支配的 不定式 κρῖναι 形成对比。

  2. 49.2ταραχθέντων

    属格复数分词 ταραχθέντων 属于依意合应(constructio ad sensum),呼应由前文单数名词短语 τῆς τροπῆς(溃败)逻辑引申出的叙拉古士兵,亦可视为省略主语的属格独立结构,表明失败主要源于自身的骚乱与派系争斗。

  3. 49.7αὐτὸς οὗτος εἶναι

    间接引语在此处由 ὡς 引导的限定从句转为不定式结构(εἶναι)。不定式的主语 αὐτός 采用主格,指代支配分词 ἀποκριναμένου 的主语亦即说话者狄奥本人,表示“他自己就是这同一个人(即所需要的斯巴达人)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg060.humanitext-grc2:49.1-49.7