- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg060.humanitext-grc2:4.1-4.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿里斯托玛凯之弟迪翁凭自身才智深受狄奥尼修斯重用;柏拉图来到西西里后,迪翁与之结交并热烈皈依哲学,更力促僭主狄奥尼修斯会见柏拉图聆听其教导。
ταύτης ἀδελφὸς ὢν ὁ Δίων ἐν ἀρχῇ μὲν εἶχε τιμὴν ἀπὸ τῆς ἀδελφῆς, ὕστερον δὲ τοῦ φρονεῖν διδοὺς πεῖραν, ἤδη καθʼ ἑαυτὸν ἠγαπᾶτο παρὰ τῷ τυράννῳ.
作为她的兄弟,迪翁起初因其姊妹而享有尊荣,但后来因展现出其明智之举,便已凭其自身而受到僭主的宠信。
καὶ πρὸς ἅπασι τοῖς ἄλλοις εἴρητο τοῖς ταμίαις ὅ τι ἂν αἰτῇ Δίων διδόναι, δόντας δὲ πρὸς αὐτὸν αὐθημερὸν φράζειν.1
此外,在所有其他特权之上,司库们还奉命,凡迪翁有所要求,务必尽数拨给,且在拨给之后,须于当日向僭主禀报。
ὢν δὲ καὶ πρότερον ὑψηλὸς τῷ ἤθει καὶ μεγαλόφρων καὶ ἀνδρώδης, ἔτι μᾶλλον ἐπέδωκε πρὸς ταῦτα θείᾳ τινὶ τύχῃ Πλάτωνος εἰς Σικελίαν παραβαλόντος, κατʼ οὐδένα λογισμὸν ἀνθρώπινον· ἀλλὰ δαίμων τις, ὡς ἔοικε, πόρρωθεν ἀρχὴν ἐλευθερίας βαλλόμενος Συρακουσίοις, καὶ τυραννίδος κατάλυσιν μηχανώμενος, ἐκόμισεν ἐξ Ἰταλίας εἰς Συρακούσας Πλάτωνα καὶ Δίωνα συνήγαγεν εἰς λόγους αὐτῷ, νέον μὲν ὄντα κομιδῇ, πολὺ δὲ εὐμαθέστατον ἁπάντων τῶν Πλάτωνι συγγεγονότων καὶ ὀξύτατον ὑπακοῦσαι πρὸς ἀρετήν, ὡς αὐτὸς γέγραφε Πλάτων, καὶ τὰ πράγματα μαρτυρεῖ. τραφεὶς γὰρ ἐν ἤθεσιν ὑπὸ τυράννῳ ταπεινοῖς, καὶ βίου μὲν ἀνίσου καὶ καταφόβου, θεραπείας δὲ νεοπλούτου καὶ τρυφῆς ἀπειροκάλου καὶ διαίτης ἐν ἡδοναῖς καὶ πλεονεξίαις τιθεμένης τὸ καλὸν ἐθὰς καὶ μεστὸς γενόμενος, ὡς πρῶτον ἐγεύσατο λόγου καὶ φιλοσοφίας ἡγεμονικῆς πρὸς ἀρετήν, ἀνεφλέχθη τὴν ψυχὴν ταχύ, καὶ τῇ περὶ αὐτὸν εὐπειθείᾳ τῶν καλῶν2 ἀκάκως πάνυ καὶ νεωτερικῶς προσδοκήσας ὑπὸ τῶν αὐτῶν λόγων ὅμοια πείσεσθαι Διονύσιον, ἐσπούδασε καὶ διεπράξατο ποιησάμενος σχολὴν αὐτὸν ἐντυχεῖν3 Πλάτωνι καὶ ἀκοῦσαι.
他此前在品性上便已高尚、胸襟开阔且富有男子气概,而当柏拉图因某种神意机缘造访西西里时,他在这些品格上更进一步大有长进,这并非出于任何人事的计谋,倒像是有某个神明从远处为叙拉古人奠定自由的基础,并谋划瓦解僭主统治,将柏拉图从意大利带到叙拉古,并使迪翁与他展开交谈,迪翁当时固然十分年轻,但在所有与柏拉图交往的人中却是最易领悟的,也是对美德最能敏锐响应之人,正如柏拉图自己所写的那样,事实亦为此作证。因为他虽在僭主手下受教于卑下的风习,且对那种不平等而令人惶恐的生活、暴发户式的逢迎、庸俗的奢靡以及将至美寄托于享乐和贪欲的生活方式习以为常并深受其染,可是一旦首次尝到了通向美德的言谈与哲学的滋味,便迅速燃起了心灵之火;并且由于他自身对美好事物的顺从依附,竟极其纯朴而幼稚地期望狄奥尼修斯也会被同样的言论施以同样的影响,于是他竭力奔走并抽暇促成,使狄奥尼修斯得以会见柏拉图并听其讲授。
- 4.2δόντας δὲ πρὸς αὐτὸν αὐθημερὸν φράζειν
在非人称被动动词 εἴρητο(已被下令)所统辖的不定式短语中,尽管前面出现了与格名词 τοῖς ταμίαις(向司库们),分词 δόντας(交出后)却采用了阳性复数宾格。这是古典希腊语常见的句法转移现象,即不定式的逻辑主语将修饰它的分词吸引为宾格。
- 4.7τῇ περὶ αὐτὸν εὐπειθείᾳ τῶν καλῶν
τῶν καλῶν 作名词 εὐπειθείᾳ 的宾格性属格,意为“对美好事物的顺从/受教”;介词短语 περὶ αὐτόν 起反身代词作用,表示“在他自身当中”或“就他本身而言”,用于限定迪翁个人的品格倾向。
- 4.7διεπράξατο ποιησάμενος σχολὴν αὐτὸν ἐντυχεῖν
在主要动词 διεπράξατο(促成、办成)中,分词 ποιησάμενος 为阳性单数主格,与主语迪翁保持一致(意为“抽暇、利用闲暇”);而代词宾格 αὐτόν(狄奥尼修斯)则充当不定式 ἐντυχεῖν(会面)的逻辑主语,整个结构意为迪翁抽暇促使狄奥尼修斯前去会见柏拉图。
