- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg060.humanitext-grc2:48.1-48.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
狄奥夜间筑栅封锁卫城,并在公民大会上顺应民意将海军统领权交还赫拉克利得斯,但因反对重新分配土地而失欢于大众。赫拉克利得斯借机煽动军众并私通狄奥尼修斯,导致城邦陷入内讧与匮乏,狄奥亦因此遭到友人的责难。
τοιούτοις χρησάμενος λογισμοῖς ὁ Δίων ἀφῆκε τοὺς περὶ τὸν Ἡρακλείδην.
狄奥本着这样的思虑,释放了赫拉克利得斯等人。
τραπόμενος δὲ πρὸς τὸ διατείχισμα, τῶν μὲν Συρακουσίων ἕκαστον ἐκέλευσεν ἕνα κόψαντα σταυρὸν ἐγγὺς καταβάλλειν, τοὺς δὲ ξένους ἐπιστήσας διὰ νυκτός, ἀναπαυομένων τῶν Συρακουσίων, ἔλαθεν ἀποσταυρώσας1 τὴν ἀκρόπολιν, ὥστε μεθʼ ἡμέραν τὸ τάχος καὶ τὴν ἐργασίαν θεασαμένους ὁμοίως θαυμάζειν τοὺς πολίτας καὶ τοὺς πολεμίους.
接着,他转而着手筑垒封锁的工作,命令每位叙拉古人砍伐一根木桩并放置在附近,并在夜间趁叙拉古人歇息时安排外国雇佣军通宵劳作,神不知鬼不觉地用木桩将卫城围困起来,以至于天明之际,公民与敌军目睹这般神速与工程,无不深感惊异。
θάψας δὲ τοὺς τεθνηκότας τῶν Συρακουσίων καὶ λυσάμενος τοὺς ἑαλωκότας, δισχιλίων οὐκ ἐλάττονας ὄντας, ἐκκλησίαν συνήγαγε.
在安葬了阵亡的叙拉古人并赎回了不下两千名俘虏之后,他召集了公民大会。
καὶ παρελθὼν Ἡρακλείδης εἰσηγήσατο γνώμην αὐτοκράτορα στρατηγὸν ἑλέσθαι Δίωνα κατὰ γῆν καὶ θάλασσαν.
赫拉克利得斯走上前来,提议选举狄奥为陆上海上的全权统帅。
ἀποδεξαμένων δὲ τῶν ἀρίστων καὶ χειροτονεῖν κελευόντων ἐθορύβησεν ὁ ναυτικὸς ὄχλος καὶ βάναυσος, ἀχθόμενος ἐκπίπτοντι τῆς ναυαρχίας τῷ Ἡρακλείδῃ, καὶ νομίζων αὐτόν, εἰ καὶ τἆλλα μηδενὸς ἄξιός ἐστι, δημοτικώτερόν γε πάντως εἶναι τοῦ Δίωνος καὶ μᾶλλον ὑπὸ χεῖρα τοῖς πολλοῖς.2
贵族阶层欣然接纳并要求付诸表决,然而水手与工匠组成的乌合之众却喧嚷抗议,因赫拉克利得斯失去海军统帅之职而心怀怨怼,并认为赫拉克利得斯纵使在其他方面一无是处,无论如何也比狄奥更为亲民,且更容易被大众所驾驭。
ὁ δὲ Δίων τοῦτο μὲν ἐφῆκεν αὐτοῖς καὶ τὴν κατὰ θάλατταν ἀρχὴν ἀπέδωκε τῷ Ἡρακλείδῃ, πρὸς δὲ τῆς γῆς καὶ τῶν οἰκιῶν τὸν ἀναδασμὸν ὡρμημένοις ἐναντιωθείς καὶ τὰ πρότερον ψηφισθέντα περὶ τούτων ἀκυρώσας ἐλύπησεν.
狄奥在此事上向他们退让,将海上指挥权交还给赫拉克利得斯,但对于热衷重新分配土地和房屋的人们,他予以坚决反对,并废除了先前就此通过的法令,从而激怒了他们。
ὅθεν εὐθὺς ἑτέραν ἀρχὴν λαβὼν ὁ Ἡρακλείδης τοὺς συνεκπλεύσαντας μετʼ αὐτοῦ στρατιώτας καὶ ναύτας ἐν Μεσσήνῃ καθήμενος ἐδημαγώγει καὶ παρώξυνε κατὰ τοῦ Δίωνος ὡς τυραννεῖν μέλλοντος· αὐτὸς δὲ πρὸς Διονύσιον ἐποιεῖτο συνθήκας κρύφα διὰ Φάρακος τοῦ Σπαρτιάτου.
赫拉克利得斯随即借此口实,滞留于墨西拿时挑唆与他一同航行的士兵和水手,煽动他们反对狄奥,声称狄奥图谋行僭主之政;而他自己则通过斯巴达人法拉克斯与狄奥尼修斯暗中缔结盟约。
καὶ τοῦτο τῶν γνωριμωτάτων Συρακουσίων ὑπονοησάντων, στάσις ἦν ἐν τῷ στρατοπέδῳ καὶ διʼ αὐτὴν ἀπορία καὶ σπάνις ἐν ταῖς Συρακούσαις, ὥστε παντάπασιν ἀμηχανεῖν τὸν Δίωνα καὶ κακῶς ἀκούειν ὑπὸ τῶν φίλων οὕτω δυσμεταχείριστον ἄνθρωπον καὶ διεφθαρμένον ὑπὸ φθόνου καὶ πονηρίας αὐξήσαντα καθʼ αὑτοῦ τὸν Ἡρακλείδην.3
当叙拉古最著名的人士觉察到这一点时,营阵中爆发了派系内讧,并由此导致叙拉古城内陷入穷困与匮乏,以至于狄奥完全束手无策,并因壮大了赫拉克利得斯的势力而饱受友人非难——此人竟是如此顽固难驯,且已被嫉妒与奸恶彻底腐蚀,最终反噬狄奥自身。
- 48.2ἔλαθεν ἀποσταυρώσας
动词 λανθάνω 搭配补充分词(ἀποσταυρώσας)的常见句式,表示“不知不觉地做了某事”或“秘密地做了某事”。主语狄奥作谓语动词 ἔλαθεν 的主语,而实际动作则由分词承担。
- 48.5ὑπὸ χεῖρα τοῖς πολλοῖς
由介词短语 ὑπὸ χεῖρα 与与格 τοῖς πολλοῖς 构成的习惯用法,意为“在大众的掌握中”或“容易受大众操纵/驾驭”。此处与前面的 δημοτικώτερον(更亲民的)并列,说明大众为何偏向赫拉克利得斯。
- 48.9κακῶς ἀκούειν ὑπὸ τῶν φίλων ... αὐξήσαντα καθʼ αὑτοῦ τὸν Ἡρακλείδην
惯用短语 κακῶς ἀκούω 具有被动含义(“被说坏话”、“受非难”),搭配表示施动者的介词短语 ὑπὸ τῶν φίλων。宾格分词 αὐξήσαντα 与 ὥστε 引导的不定式句中作为逻辑主语的狄奥相一致,说明其招致朋友责难的原因(即纵容赫拉克利得斯坐大以致反噬自身)。
