← 普鲁塔克

狄翁传

§47.1-47.9

赫拉克利得斯投降与狄奥的宽容

天明时分其他煽惑家逃亡,赫拉克利得斯与狄奥多特斯则向狄奥投降求饶。尽管友人们力劝处死二人,但狄奥以自己在阿卡德米学园的修养为由,指出战胜怒气并宽宥作恶者方为真正的美德。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§47.1

ἡμέρα δʼ ὡς ἦν, τῶν μὲν ἄλλων οὐδεὶς ὑπέμεινε δημαγωγῶν, ἀλλὰ καταγνόντες ἑαυτῶν ἔφυγον, Ἡρακλείδης δὲ καὶ Θεοδότης αὐτοὶ κομίσαντες ἑαυτοὺς τῷ Δίωνι παρέδωκαν, ἀδικεῖν ὁμολογοῦντες καὶ δεόμενοι βελτίονος ἐκείνου τυχεῖν γεγόνασιν αὐτοὶ περὶ ἐκεῖνον·1

天明之际,其他民众煽惑家无一人留守,皆自知有罪而潜逃;然而赫拉克利得斯与狄奥多特斯却亲自前来,向狄奥投降,他们承认自己的过错,并恳求狄奥能比他们曾经对待狄奥时展现出更为仁善的品格。

§47.2

πρέπειν δὲ Δίωνι τήν ἄλλην ἅπασαν ἀρετὴν ἀσύγκριτον ἔχοντι καὶ πρὸς ὀργὴν κρείττονι φανῆναι τῶν ἠγνωμονηκότων, οἳ περὶ οὗ πρότερον ἐστασίασαν πρὸς αὐτόν νῦν ἥκουσιν ἡττᾶσθαι τῆς ἀρετῆς ὁμολογοῦντες.

他们并声称,对于在其他诸般德行上皆无可比拟的狄奥而言,在怒气方面也显出自己胜过那些不知感恩之人才是相称的;而这些人就先前曾与他相争之事,如今已前来承认败于他的美德。

§47.3

ταῦτα τῶν περὶ τὸν Ἡρακλείδην δεομένων οἱ μὲν φίλοι παρεκελεύοντο τῷ Δίωνι μὴ φείδεσθαι κακῶν καὶ βασκάνων ἀνθρώπων, ἀλλὰ καὶ τοῖς στρατιώταις χαρίσασθαι τὸν Ἡρακλείδην καὶ τοῦ πολιτεύματος ἐξελεῖν δημοκοπίαν, ἐπιμανὲς νόσημα, τυραννίδος οὐκ ἔλαττον.

当赫拉克利得斯等人如此央求时,友人们力劝狄奥切勿宽贷这些邪恶而嫉妒之人,而应将赫拉克利得斯交给士兵们处置,并从城邦体制中铲除煽民弄权这一不亚于僭主政治的癫狂病症。

§47.4

ὁ δὲ Δίων παραμυθούμενος αὐτοὺς ἔλεγεν ὡς τοῖς μὲν ἄλλοις στρατηγοῖς πρὸς ὅπλα καὶ πόλεμον ἡ πλείστη τῆς ἀσκήσεώς ἐστιν, αὐτῷ δὲ πολὺν χρόνον ἐν Ἀκαδημείᾳ μεμελέτηται θυμοῦ περιεῖναι καὶ φθόνου καὶ φιλονεικίας πάσης· ὧν ἐπίδειξίς ἐστιν οὐχ ἡ πρὸς φίλους καὶ χρηστοὺς μετριότης, ἀλλʼ εἴ τις ἀδικούμενος εὐπαραίτητος εἴη καὶ πρᾷος τοῖς ἁμαρτάνουσι· βούλεσθαι δʼ Ἡρακλείδου μὴ τοσοῦτον δυνάμει καὶ φρονήσει κρατῶν ὅσον χρηστότητι καὶ δικαιοσύνῃ φανῆναι· τὸ γὰρ ἀληθῶς βέλτιον ἐν τούτοις·

但狄奥安抚他们并说道:其他将领的训练大抵旨在兵戎与征伐,而他自己在阿卡德米学园长久以来的修行,则是为了战胜忿怒、嫉妒与一切好胜之念;而这些德行的彰显,并非在于对朋友与善良之人的节制,而在于有人蒙受不公之时,仍能对犯错者宽大宥恕与温和宽厚;他更希望展现出自己在仁善与正义上胜过赫拉克利得斯,而非仅仅在权力和智谋上压倒他;因为真正的卓越正存在于这些德行之中。

§47.7

αἱ δὲ τοῦ πολέμου κατορθώσεις, εἰ καὶ ἀνθρώπων μηδένα, τήν γε τύχην διαμφισβητοῦσαν ἔχουσιν.2

至于战事上的功绩,即便无人与其争雄,至少也有命运女神在同其分争荣耀。

§47.8

εἰ δʼ Ἡρακλείδης ἄπιστος καὶ κακὸς διὰ φθόνον, οὔ τοι καὶ Δίωνα δεῖν θυμῷ διαφθεῖραι τήν ἀρετήν· τὸ γὰρ ἀντιτιμωρεῖσθαι τοῦ προαδικεῖν νόμῳ δικαιότερον ὡρίσθαι,3 φύσει γινόμενον ἀπὸ μιᾶς ἀσθενείας.

况且,若赫拉克利得斯出于嫉妒而不忠不义,狄奥断不可同样以怒气毁损自己的美德;因为在法律上,以怨报怨虽被定为比先行作恶更为正当,但在本性上,两者皆源自于同一种软弱。

§47.9

ἀνθρώπου δὲ κακίαν, εἰ καὶ χαλεπόν ἐστιν, οὐχ οὕτως ἄγριον εἶναι παντάπασι καὶ δύσκολον ὥστε μὴ μεταβάλλειν χάριτι νικηθεῖσαν ὑπὸ τῶν πολλάκις εὖ ποιούντων.

况且人性的险恶,纵然难以克服,亦绝非彻底蛮荒暴戾而不可救药,以至于在屡施恩惠者展现的仁德感化之下,仍无法悔悟转变。

语法注3 条
  1. 47.1βελτίονος ἐκείνου τυχεῖν γεγόνασιν αὐτοὶ περὶ ἐκεῖνον

    βελτίονος ἐκείνου 是不定式 τυχεῖν 所支配的属格宾语(“遇到更仁善的他”)。在紧随其后的从句 γεγόνασιν αὐτοὶ περὶ ἐκεῖνον(“他们自己对待他那样”)之前,语境上省略了表示比较的连词 ἢ(“比……”),整句构成了比较结构:“祈求能见证他展现出比他们自己对待狄奥时更为善意仁厚的一面”。

  2. 47.7τήν γε τύχην διαμφισβητοῦσαν ἔχουσιν

    动词 ἔχουσιν 支配对格宾语 τήν γε τύχην 以及作补充说明的现在分词 διαμφισβητοῦσαν(“有命运女神同其争夺”)。前一个条件短语 εἰ καὶ ἀνθρώπων μηδένα 之后省略了分词 διαμφισβητοῦντα,从而构成了“即使没有任何凡人与其相争,至少也有命运女神同其争锋”的对比结构。

  3. 47.8τὸ γὰρ ἀντιτιμωρεῖσθαι τοῦ προαδικεῖν νόμῳ δικαιότερον ὡρίσθαι

    间接引语中的“对格带不定式”结构。实质化不定式 τὸ ἀντιτιμωρεῖσθαι(报复)作对格主语,完成时被动不定式 ὡρίσθαι(被界定为)为主句谓语动词,比较级形容词 δικαιότερον 作主语补足语。τοῦ προαδικεῖν(先行侵害)是取决于 δικαιότερον 的比较属格。其后紧接的分词 γινόμενον 在性、数、格上均与中性单数对格主语 τὸ ἀντιτιμωρεῖσθαι 一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg060.humanitext-grc2:47.1-47.9