- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg060.humanitext-grc2:46.1-46.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
狄奥在狂热的欢呼声中冒火进军,击溃敌军并将其赶回卫城,而叙拉古人随后不得不立刻投入到灭火之中。
ἐπεὶ δὲ ταῦτα παρασκευασάμενος καὶ τοῖς θεοῖς προσευξάμενος ὤφθη διὰ τῆς πόλεως ἄγων ἐπὶ τοὺς πολεμίους, κραυγῇ καὶ χαρὰ καὶ πολὺς ἀλαλαγμὸς εὐχαῖς ὁμοῦ καὶ παρακλήσεσι μεμιγμένος ἐγίνετο παρὰ τῶν Συρακουσίων, τὸν μὲν Δίωνα σωτῆρα καὶ θεὸν ἀποκαλούντων,1 τοὺς δὲ ξένους ἀδελφοὺς καὶ πολίτας.
当狄奥作好这些准备并向诸神祈祷后,人们见他率军穿过城邦向敌军进发,叙拉古人中顿时爆发出一阵叫喊、欢愉以及夹杂着祈愿与呼求的震天呐喊,他们将狄奥呼为救主与神明,将雇佣兵唤为兄弟与同胞公民。
οὐδεὶς δὲ φίλαυτος οὕτως ἦν καὶ φιλόψυχος παρὰ τὸν τότε καιρόν ὃς οὐ μᾶλλον ὑπὲρ μόνου Δίωνος ἢ τῶν ἄλλων ἁπάντων ἀγωνιῶν ἐφαίνετο,2 πρώτου πρὸς τὸν κίνδυνον πορευομένου διʼ αἵματος καὶ πυρὸς καὶ νεκρῶν πολλῶν κειμένων ἐν ταῖς πλατείαις.
在当时的危急关头,竟无一人这般自私与贪生怕死,以至于看起来不为狄奥一人的安危挂心甚于所有人;因为他本人身先士卒,踏过鲜血、烈火以及横陈在宽阔街道上的重重尸体,直面险境。
ἦν μὲν οὖν καὶ τὰ παρὰ τῶν πολεμίων φοβερά παντάπασιν ἀπηγριωμένων καὶ παρατεταγμένων παρὰ τὸ τείχισμα χαλεπὴν ἔχον καὶ δυσεκβίαστον τὴν πρόσοδον ὁ δʼ ἐκ τοῦ πυρὸς κίνδυνος ἐτάραττε μᾶλλον τοὺς ξένους καὶ δύσεργον ἐποίει τὴν πορείαν.
敌方的情势固然也极为可怖,他们已完全陷入狂暴,沿着难以接近且极难攻克的防壁列阵;但大火带来的危险更加扰乱雇佣军,并使他们的推进举步维艰。
κύκλῳ γὰρ ὑπὸ τῆς φλογὸς περιελάμποντο τὰς οἰκίας περινεμομένης· καὶ διαπύροις ἐπιβαίνοντες ἐρειπίοις καὶ καταφερομένοις ἀπορρήγμασι μεγάλοις ὑποτρέχοντες ἐπισφαλῶς, καὶ πολὺν ὁμοῦ καπνῷ διαπορευόμενοι κονιορτόν, ἐπειρῶντο συνέχειν καὶ μὴ διασπᾶν τὴν τάξιν.
因为烈焰席卷房屋,将他们四周照得通明;他们踩在灼热的瓦砾上,冒着危险穿行于滚落的巨大残垣之下,并在烟尘弥漫中前行,极力维持队形而不使其散乱。
ὡς δὲ προσέμιξαν τοῖς πολεμίοις, ἐν χερσὶ μὲν ὀλίγων πρὸς ὀλίγους ἐγίνετο μάχη διὰ τὴν στενότητα καὶ τὴν ἀνωμαλίαν τοῦ τόπου, κραυγῇ δὲ καὶ προθυμίᾳ τῶν Συρακουσίων ἐπιρρωσάντων3 ἐβιάσθησαν οἱ περὶ τὸν Νύψιον.
当他们与敌军接战时,由于地形狭窄且崎岖不平,演变成了少部分人对少部分人的肉搏战;然而由于叙拉古人以呼喊和热忱助威鼓劲,纽普西奥斯的部属最终被击溃。
καὶ τὸ μὲν πλεῖστον αὐτῶν εἰς τὴν ἀκρόπολιν ἐγγὺς οὖσαν ἀναφεῦγον ἐσῴζετο· τοὺς δʼ ἀπολειφθέντας ἔξω καὶ διασπαρέντας ἀνῄρουν οἱ ξένοι διώκοντες.
敌军大部逃往邻近的卫城得以生还;而那些被落在城外并被打散的人,则被追击的雇佣兵斩杀。
ἀπόλαυσιν δὲ τῆς νίκης ἐν τῷ παραυτίκα καὶ χαρὰν καὶ περιβολὰς ἔργῳ τηλικούτῳ πρεπούσας οὐ παρέσχεν ὁ καιρός, ἐπὶ τὰς οἰκίας τραπομένων τῶν Συρακουσίων καὶ τὸ πῦρ μόλις ἐν τῇ νυκτὶ κατασβεσάντων.
然而当时的局势并未容他们当即享受胜利,也未容他们举行配得上如此伟业的狂欢与相拥;叙拉古人转向自家房屋,在夜间勉强将大火扑灭。
- 46.1τὸν μὲν Δίωνα σωτῆρα καὶ θεὸν ἀποκαλούντων
与前文介词短语 παρὰ τῶν Συρακουσίων 中的属格名词 τῶν Συρακουσίων 性数格一致的伴随分词结构,补充说明叙拉古人当时的呼号内容。
- 46.2ὃς οὐ μᾶλλον ὑπὲρ μόνου Δίωνος ἢ τῶν ἄλλων ἁπάντων ἀγωνιῶν ἐφαίνετο
双重否定句式 οὐδεὶς ... οὕτως ... ὃς οὐ ...(“没有人如此……以至于不……”)内嵌了比较级结构 μᾶλλον ... ἤ(“比起……更……”)。意指没有任何一个人不显得比关心其他所有人更加关心狄奥一人的安危,极言全城民众对狄奥安危的揪心程度。
- 46.5τῶν Συρακουσίων ἐπιρρωσάντων
表示原因的属格独立分词结构。动词 ἐπιρρώννυμι 既可作及物动词(“鼓舞、增强力量”),也可作不及物动词(“奋起”);此处搭配与格名词 κραυγῇ 和 προθυμίᾳ,意指叙拉古人的呼喊和热情为己方军队增添了气势与力量,从而击退了纽普西奥斯的军队。
