- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg060.humanitext-grc2:45.1-45.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在叙拉古濒临毁灭之际,包括政敌赫拉克利德斯在内的全体市民一致向狄奥求援,狄奥率军疾驰突入城内并展开战阵。
τοῦτο τὸ πάθος μάλιστα τὴν πόλιν ἀνέῳξε Δίωνι πάντων συμφωνησάντων. ἔτυχε μὲν γὰρ οὐκέτι σπουδῇ πορευόμενος, ὡς ἤκουσεν εἰς τὴν ἀκρόπολιν κατακεκλεῖσθαι τοὺς πολεμίους.
正是这场浩劫,在众人一致同意下使城邦向狄奥敞开。因为他在听闻敌人已被困在卫城之中后,便不再匆忙行军。
προϊούσης δὲ τῆς ἡμέρας πρῶτον ἱππεῖς ἀπήντησαν αὐτῷ τὴν δευτέραν κατάληψιν ἀπαγγέλλοντες· ἔπειτα καὶ τῶν ὑπεναντιουμένων ἔνιοι παρῆσαν ἐπείγεσθαι δεόμενοι.
但随着白昼渐进,首先有骑兵迎面赶来向他报告城池第二次陷落;随后甚至连部分反对他的人也赶到,恳求他火速赶来。
συντείνοντος δὲ τοῦ κακοῦ μᾶλλον Ἡρακλείδης τὸν ἀδελφὸν ἐξέπεμψεν, εἶτα Θεοδότην τὸν θεῖον, ἱκετεύων ἀρήγειν, ὡς μηδενὸς ἀντέχοντος τοῖς πολεμίοις, αὐτοῦ δὲ τετρωμένου, τῆς δὲ πόλεως μικρὸν ἀπεχούσης ἀνατετράφθαι καὶ καταπεπρῆσθαι.1
灾情愈演愈烈之际,赫拉克利德斯派出了自己的弟弟,接着又派出了叔父狄奥多忒斯,哀求〔狄奥〕前去相助,声称再无人能够抵挡敌兵,他自己也受了伤,而城邦距离覆灭与被焚毁仅有一步之遥。
τοιούτων ἀγγελμάτων τῷ Δίωνι προσπεσόντων ἔτι μὲν ἑξήκοντα σταδίους τῶν πυλῶν ἀπεῖχε· φράσας δὲ τὸν κίνδυνον τοῖς ξένοις καὶ παρακελευσάμενος οὐκέτι βάδην ἦγεν, ἀλλὰ δρόμῳ τὸ στράτευμα πρὸς τὴν πόλιν, ἄλλων ἐπʼ ἄλλοις ἀντιαζόντων καὶ δεομένων ἐπείγεσθαι.
当这些消息接连传至狄奥耳中时,他距城门尚有六十斯塔德之遥;然而,他向雇佣兵说明了危局并作了动员后,便不再让军队缓步前行,而是命全军向城邦飞奔疾进,路上不断有人迎上前来,接二连三地哀求他加速推进。
χρησάμενος δὲ θαυμαστῷ τάχει καὶ προθυμίᾳ τῶν ξένων εἰσέβαλε διὰ τῶν πυλῶν εἰς τὴν Ἑκατόμπεδον λεγομένην· καὶ τοὺς μὲν ἐλαφροὺς εὐθὺς ἀφῆκεν ἐλθεῖν πρὸς τοὺς πολεμίους, ὡς ἰδοῦσι θαρσῆσαι τοῖς Συρακουσίοις ἐγγένοιτο,2 τοὺς δʼ ὁπλίτας αὐτὸς συνέταττε καὶ τῶν πολιτῶν τοὺς ἐπιρρέοντας καὶ συνισταμένους, ὀρθίους λόχους ποιῶν καὶ διαιρῶν τὰς ἡγεμονίας, ὅπως πολλαχόθεν ἅμα προσφέροιτο φοβερώτερον.
凭借雇佣军惊人的速度与热忱,他穿过城门,突入了被称为赫卡同佩冬的地方;他随即派遣轻步兵迎战敌兵,好让叙拉古人一见之下重振勇气;自己则整顿重装步兵以及那些纷至沓来并集结起来的市民,编成纵队并分散指挥权,以便从多个方向同时发起攻势,造成更大的震慑。
- 45.3μικρὸν ἀπεχούσης ἀνατετράφθαι καὶ καταπεπρῆσθαι
短语 μικρὸν ἀπέχω 搭配不定式为习惯用法,意为“距离……仅差一点”“濒临……”。此处置于属格绝对结构(τῆς δὲ πόλεως μικρὸν ἀπεχούσης)中,后接两个完成时不定式(ἀνατετράφθαι, καταπεπρῆσθαι),生动表现出城邦濒临彻底覆灭与焚毁的危急情势。
- 45.6ὡς ἰδοῦσι θαρσῆσαι τοῖς Συρακουσίοις ἐγγένοιτο
在此目的从句(ὡς + 祈愿语气 ἐγγένοιτο)中,非人称动词 ἐγγίγνομαι(“得以”、“成为可能”)后接不定式 θαρσῆσαι 和与格 τοῖς Συρακουσίοις(“使叙拉古人得以重拾勇气”)。分词 ἰδοῦσι 作与格与 τοῖς Συρακουσίοις 一致,表示时间或伴随情状(“亲眼见到后”)。
