- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg060.humanitext-grc2:44.1-44.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
叙拉古的民意领袖趁敌军退回卫城之际再次企图排斥狄奥,并向其发出彼此矛盾的指令;此时卫城敌军再度杀出大肆纵火,在城内展开血腥屠杀与破坏。
ἐν δὲ ταῖς Συρακούσαις τῶν Διονυσίου στρατηγῶν, ἄχρι μὲν ἦν ἡμέρα, πολλὰ κακὰ τὴν πόλιν ἐργασαμένων, γενομένης δὲ νυκτὸς ἀναχωρησάντων εἰς τὴν ἀκρόπολιν καί τινας ἐξ ἑαυτῶν ὀλίγους ἀποβαλόντων, ἀναθαρρήσαντες οἱ δημαγωγοὶ τῶν Συρακουσίων, καί τοὺς πολεμίους ἐλπίσαντες ἀτρεμήσειν ἐπὶ τοῖς διαπεπραγμένοις, παρεκάλουν τοὺς πολίτας αὖθις ἐᾶν Δίωνα, κἂν προσίῃ μετὰ τῶν ξένων, μὴ δέχεσθαι μηδὲ παραχωρεῖν τῆς ἀρετῆς ἐκείνοις ὡς κρείττοσιν, ἀλλὰ σῴζειν τὴν πόλιν καί τὴν ἐλευθερίαν αὐτοὺς διʼ ἑαυτῶν.
与此同时,在叙拉古,狄奥尼修斯的将领们虽然在白昼对城邦造成了巨大浩劫,但入夜后便退回卫城,自身仅损失了少数兵员;于是叙拉古的人民领袖们重拾勇气,指望敌人在得手之后会安分下来,便再次劝说市民抛开狄奥,即便他率领雇佣军前来,也不要接纳他,更不要把勇敢的功绩拱手让给那些人,认其为优胜者,而应当由市民自己亲手拯救城邦与自由。
πάλιν οὖν ἐπέμποντο πρὸς τὸν Δίωνα, παρὰ μὲν τῶν στρατηγῶν ἀποτρέποντες, παρὰ δὲ τῶν ἱππέων καί τῶν γνωρίμων πολιτῶν ἐπισπεύδοντες1 τὴν πορείαν.
因此,又有使者被派往狄奥那里:由将领们派去的人劝阻他前行,而由骑兵和显赫公民们派去的人则催促他火速进军。
καί διὰ τοῦτο βραδέως ἅμα καί κατὰ σπουδὴν2 πορευόμενος προσῄει.
正因如此,他一边迟疑缓行,一边又加紧赶路,向城邦推进。
τῆς δὲ νυκτὸς προελθούσης οἱ μὲν μισοῦντες τὸν Δίωνα κατεῖχον τὰς πύλας ὡς ἀποκλείσοντες αὐτόν, ὁ δὲ Νύψιος, ἐκ τῆς ἄκρας αὖθις πολλῷ προθυμοτέρους γεγονότας καί πλείονας ἐφιεὶς τοὺς μισθοφόρους, τὸ μὲν προτείχισμα πᾶν εὐθὺς κατέσκαπτε, τὴν δὲ πόλιν κατέτρεχε καί διήρπαζεν.
夜色渐深,仇恨狄奥的人把守住城门企图将他关在城外;然而尼普西奥斯再度从卫城派出了斗志更加高昂、人数更多的雇佣军,迅速将全部外墙彻底夷平,并在城内横冲直撞、大肆劫掠。
ἦν δὲ φόνος μὲν οὐκέτι μόνον ἀνδρῶν, ἀλλὰ καί γυναικῶν καὶ παίδων, ἁρπαγαὶ δʼ ὀλίγαι, φθόρος δὲ πάντων πολύς.
此时被杀害的已不仅是成年男子,更有妇孺老幼;劫掠虽少,但一切遭受的毁灭却极为惨烈。
ἀπεγνωκότος γὰρ ἤδη τὰ πράγματα τοῦ Διονυσίου καί τοὺς Συρακουσίους δεινῶς μεμισηκότος, ὥσπερ ἐνταφιάσαι τὴν τυραννίδα τῇ πόλει πίπτουσαν ἐβούλετο.
因为狄奥尼修斯已对局势绝望,且对叙拉古人怀有刻骨仇恨,仿佛巴不得将自身倾覆的僭主统治与这座城邦一同陪葬。
καί τοῦ Δίωνος προκαταλαμβάνοντες τὴν βοήθειαν ἐπὶ τὸν ὀξύτατον διὰ πυρὸς πάντων ὄλεθρον καί ἀφανισμὸν ἐχώρησαν, τὰ μὲν ἐγγὺς ἀπὸ χειρῶν δᾳσὶ καί λαμπάσιν ὑποπιμπράντες, εἰς δὲ τὰ πρόσω διασπείροντες ἀπὸ τόξων πυροβόλους.
为了抢在狄奥救援之前,他们采取了用烈火迅速毁灭并抹杀一切的手段:近处用火把和火炬亲手纵火,远处则用弓箭抛射火箭。
φευγόντων δὲ τῶν Συρακουσίων οἱ μὲν ἐν ταῖς ὁδοῖς ἐφονεύοντο καταλαμβανόμενοι, τὸ δὲ εἰς τὰς οἰκίας καταδυόμενον3 αὖθις ὑπὸ τοῦ πυρὸς ἐξέπιπτε, πολλῶν ἤδη φλεγομένων καί καταφερομένων ἐπὶ τοὺς διαθέοντας.
逃窜的叙拉古人,有的在街道上被追及诛戮,潜入房屋藏匿的人又被大火驱逐出来,许多房屋已经起火,坍塌砸向在街市间穿梭奔逃的人群。
- 44.3ἐπέμποντο πρὸς τὸν Δίωνα, παρὰ μὲν τῶν στρατηγῶν ἀποτρέποντες, παρὰ δὲ τῶν ἱππέων καί τῶν γνωρίμων πολιτῶν ἐπισπεύδοντες
动词 ἐπέμποντο 为未完成被动态(“使者被派往……”),其后的分词 ἀποτρέποντες(劝阻)与 ἐπισπεύδοντες(催促)采用阳性复数主格,与上下文所隐含的逻辑主语(使者们,ἄγγελοι / πρέσβεις)构成依意一致(constructio ad sensum)。
- 44.4βραδέως ἅμα καί κατὰ σπουδὴν
由 ἅμα(同时)连接副词 βραδέως(缓慢地)与介词短语 κατὰ σπουδήν(仓促地/紧急地),构成修辞上的矛盾修辞法(oxymoron)。生动地刻画了狄奥在接到彼此抵触的相反指令时,既迟疑慎重又急于驰援的行军状态。
- 44.9τὸ δὲ εἰς τὰς οἰκίας καταδυόμενον
带冠词的中性单数现在分词 τὸ καταδυόμενον 被名词化,作为与前文阳性复数 οἱ μέν 相对的对应成分(δέ),集合性地指代“潜入屋中避难的人群”。
