- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg060.humanitext-grc2:43.1-43.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
使者汇报后,狄奥流泪呼吁部众救援叙拉古,士兵们热烈响应要求立即出兵,狄奥遂决定夜间进军。
παυσαμένων δὲ τούτων σιγὴ μὲν εἶχε πολλὴ τὸ θέατρον ἀναστάντος δὲ τοῦ Δίωνος καὶ λέγειν ἀρξαμένου πολλὰ τῶν δακρύων ἐκπίπτοντα1 τὴν φωνὴν ἐπέσχεν· οἱ δὲ ξένοι παρεκάλουν θαρρεῖν καὶ συνήχθοντο.
当这些使者说完之后,剧场陷入了一片肃静;然而当狄奥站起身来开始说话时,滚滚落下的泪水哽住了他的声音;外邦雇佣兵们纷纷劝他振作,并为他分担悲伤。
μικρὸν οὖν ἀναλαβὼν ἐκ τοῦ πάθους ἑαυτὸν ὁ Δίων, ἄνδρες, ἔφη, Πελοποννήσιοι καὶ σύμμαχοι, βουλευσομένους ὑμᾶς ἐνταῦθα περὶ ὑμῶν αὐτῶν συνήγαγον.
于是,狄奥从激动的情绪中稍稍平复过来,说道: “伯罗奔尼撒人与同盟军诸君,我召集你们到这里,是为了让你们商议关乎你们自身的事宜。
ἐμοὶ δὲ περὶ ἐμαυτοῦ βουλεύεσθαι καλῶς οὐκ ἔχει Συρακουσῶν ἀπολλυμένων, ἀλλʼ εἰ σῶσαι μὴ δυναίμην, ἄπειμι τῷ πυρὶ καὶ τῷ πτώματι τῆς πατρίδος ἐνταφησόμενος.
至于我,在叙拉古危在旦夕之际,谋虑自身是绝不恰当的;倘若我无法拯救她,我亦将前去埋葬在祖国的烈火与废墟之中。
ὑμεῖς δέ, βουλόμενοι μὲν ἔτι καὶ νῦν βοηθεῖν2 τοῖς ἀβουλοτάτοις ἡμῖν καὶ δυστυχεστάτοις, ὑμέτερον ἔργον οὖσαν ὀρθοῦτε τὴν Συρακουσίων πόλιν· εἰ δὲ μεμφόμενοι Συρακουσίοις ὑπερόψεσθε, τῆς γε πρότερον ἀρετῆς καὶ προθυμίας περὶ ἐμὲ χάριν ἀξίαν κομίζοισθε παρὰ τῶν θεῶν, μεμνημένοι Δίωνος, ὡς οὔθʼ ὑμᾶς ἀδικουμένους πρότερον οὔθʼ ὕστερον τοὺς πολίτας δυστυχοῦντας ἐγκαταλιπόντος.3
至于你们,如果你们即使在现在仍愿意援助我们这些最缺乏明智且最为不幸的人,那就请扶危定倾,重整这座本是你们自身功绩的叙拉古城吧;但若你们因怨恨叙拉古人而坐视不管,愿你们至少因以往对我展现的勇敢与热忱而从神明那里获得应有的回报,并请记住狄奥既未曾抛弃先前蒙受不义的你们,亦未曾抛弃后来遭遇不幸的同胞公民。”
ἔτι δʼ αὐτοῦ λέγοντος οἱ μὲν ξένοι μετὰ κραυγῆς ἀνεπήδησαν ἄγειν καὶ βοηθεῖν κατὰ τάχος κελεύοντες, οἱ δὲ πρέσβεις τῶν Συρακουσίων περιβαλόντες ἠσπάσαντο πολλὰ μὲν ἐκείνῳ, πολλὰ δὲ τοῖς ξένοις ἀγαθὰ παρὰ τῶν θεῶν εὐχόμενοι.
他话音未落,雇佣兵们便发出一阵呐喊跳起身来,催促他立即领兵火速驰援;叙拉古的使者们纷纷上前拥抱致意,向神明祈求赐予狄奥以及雇佣兵们丰厚的恩福。
καταστάντος δὲ τοῦ θορύβου παρήγγειλεν ὁ Δίων εὐθὺς ἀπιόντας παρασκευάζεσθαι καὶ δειπνήσαντας ἥκειν μετὰ τῶν ὅπλων εἰς αὐτὸν ἐκεῖνον τὸν τόπον, ἐγνωκὼς διὰ νυκτὸς βοηθεῖν.
待喧哗平息后,狄奥下令众人立即回去做好准备,用过晚餐后便携兵刃返回此地集合,因为他已决意在夜间出发前去救援。
- 43.1πολλὰ τῶν δακρύων ἐκπίπτοντα
πολλά 为带有部分属格 τῶν δακρύων 的中性复数主格名词性用法(“许多泪水”),充当主语;分词 ἐκπίπτοντα 与 πολλά 性数格一致,与动词 ἐπέσχεν 连用,直接表达了滚滚落下的泪水哽住了他的发声。
- 43.4ὑμεῖς δέ, βουλόμενοι μὲν ἔτι καὶ νῦν βοηθεῖν
分词 βουλόμενοι 充当条件分词,相当于条件从句(εἰ βούλεσθε),并通过 μέν...δέ 与后文的 εἰ δὲ μεμφόμενοι... ὑπερόψεσθε 构成平行的条件对立。主句动词 ὀρθοῦτε 为现在时命令式,表示“若你们愿意,便去拯救重整”。
- 43.5μεμνημένοι Δίωνος, ὡς οὔθʼ ὑμᾶς ἀδικουμένους πρότερον οὔθʼ ὕστερον τοὺς πολίτας δυστυχοῦντας ἐγκαταλιπόντος
μεμνημένοι 支配属格宾语 Δίωνος。由 ὡς 引出的分词 ἐγκαταλιπόντος 与属格 Δίωνος 保持性数格一致,说明了他们应当将狄奥视为“怎样的一个人”而铭记。平行的 οὔθʼ ὑμᾶς ἀδικουμένους 与 οὔθʼ ὕστερον τοὺς πολίτας δυστυχοῦντας 均为分词 ἐγκαταλιπόντος 的直接宾语(对格)。
