← 普鲁塔克

狄翁传

§42.1-42.8

叙拉古危机与向狄奥求援

随着危险逼近阿克拉狄纳,叙拉古人克服羞耻决意召回狄奥,并派使者飞驰莱翁蒂诺伊,在公民大会上恳请雇佣兵出兵救援。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§42.1

οὕτω δὲ τῶν κατὰ τὴν πόλιν ἐχόντων καὶ τοῦ κινδύνου πρὸς τὴν Ἀχραδινὴν πλησιάζοντος, εἰς ὃν μόνον ἦν καὶ λοιπὸν ἀπερείσασθαι τὴν ἐλπίδα πάντες μὲν ἐφρόνουν,1 ἔλεγε δὲ οὐδείς, αἰσχυνόμενοι τὴν ἀχαριστίαν καὶ τὴν ἀβουλίαν τὴν πρὸς Δίωνα.

城中局势既然如此,危险又逼近阿克拉狄纳,所有人都心系那唯一可能且所余唯一可寄予希望之人,却无一人说出口,因为他们对狄奥所犯下的忘恩负义与愚蠢妄为感到羞愧。

§42.2

πλήν γε δὴ τῆς ἀνάγκης ἐκβιαζομένης παρὰ τῶν συμμάχων καὶ τῶν ἱππέων γίνεται φωνὴ καλεῖν Δίωνα καὶ μεταπέμπεσθαι τοὺς Πελοποννησίους ἐκ Λεοντίνων.

然而,在情势所迫之下,同盟军与骑兵中终于发出了呼声,主张召回狄奥,并从莱翁蒂诺伊召集伯罗奔尼撒人。

§42.3

ὡς δὲ πρῶτον ἠκούσθη καὶ ἀπετολμήθη τοῦτο, κραυγὴ καὶ χαρὰ καὶ δάκρυα τοὺς Συρακουσίους κατεῖχεν εὐχομένους ἐπιφανῆναι τὸν ἄνδρα καὶ ποθοῦντας τὴν ὄψιν αὐτοῦ καὶ μεμνημένους τῆς παρὰ τὰ δεινὰ ῥώμης καὶ προθυμίας, ὡς οὐ μόνον αὐτὸς ἦν ἀνέκπληκτος, ἀλλὰ κἀκείνους παρεῖχε θαρροῦντας καὶ ἀδεῶς τοῖς πολεμίοις συμφερομένους.

这一呼声一经被人听闻并敢于道出,呼喊、欢喜与泪水便笼罩了叙拉古人;他们祈求那人出现,渴望见到他的容颜,并忆起他在危难之际的力量与热忱——他不仅自己无所畏惧,还使他们也意气风发、毫无惧色地迎击敌人。

§42.4

εὐθὺς οὖν ἐκπέμπουσι πρὸς αὐτὸν ἀπὸ μὲν τῶν συμμάχων Ἀρχωνίδην καὶ Τελεσίδην, ἀπὸ δὲ τῶν ἱππέων πέντε τοὺς περὶ Ἑλλάνικον.

于是,他们立刻派遣同盟军中的阿尔科尼得斯与忒勒西得斯,以及骑兵中赫拉尼库斯等五人前去见他。

§42.5

οὗτοι διελάσαντες τὴν ὁδὸν ἵπποις ἀπὸ ῥυτῆρος2 ἧκον εἰς Λεοντίνους τῆς ἡμέρας ἤδη καταφερομένης.

这些人放马飞奔,在日头西斜之时便抵达了莱翁蒂诺伊。

§42.6

ἀποπηδήσαντες δὲ τῶν ἵππων καὶ τῷ Δίωνι πρώτῳ προσπεσόντες δεδακρυμένοι τὰς συμφορὰς τῶν Συρακοσίων ἔφραζον.

他们跳下马背,首先扑倒在狄奥面前,流着泪诉说叙拉古人的灾难。

§42.7

ἤδη δὲ καὶ τῶν Λεοντίνων τινὲς ἀπήντων καὶ τῶν Πελοποννησίων ἡθροίζοντο πρὸς τὸν Δίωνα πολλοί, τῇ σπουδῇ καὶ τῇ δεήσει τῶν ἀνδρῶν ὑπονοοῦντες εἶναί τι καινότερον.

这时,一些莱翁蒂诺伊人也出来迎接,许多伯罗奔尼撒人亦聚集到狄奥身边,从这些人的匆忙与哀求中猜想必定发生了非同寻常的事态。

§42.8

εὐθὺς οὖν ἡγεῖτο πρὸς τὴν ἐκκλησίαν αὐτοῖς, καὶ συνδραμόντων προθύμως οἱ περὶ τὸν Ἀρχωνίδην καὶ τὸν Ἑλλάνικον εἰσελθόντες ἐξήγγειλάν τε βραχέως τὸ μέγεθος τῶν κακῶν, καὶ παρεκάλουν τοὺς ξένους ἐπαμῦναι τοῖς Συρακουσίοις, τὸ μνησικακεῖν ἀφέντας, ὡς μείζονα δίκην δεδωκότων αὐτῶν ἢ λαβεῖν ἂν οἱ κακῶς πεπονθότες ἠξίωσαν.3

于是狄奥立即带领他们前往公民大会;当人们热切地奔走聚集起来后,阿尔科尼得斯和赫拉尼库斯一行人走上前去,简短地通报了灾难的严重程度,并恳求外邦雇佣兵捐弃前嫌、援助叙拉古人,因为叙拉古人所遭受的惩罚,已经超过了受害之人原本会要求索取的报应。

语法注3 条
  1. 42.1εἰς ὃν μόνον ἦν καὶ λοιπὸν ἀπερείσασθαι τὴν ἐλπίδα πάντες μὲν ἐφρόνουν

    关系从句 εἰς ὃν... 包含了隐含的先行词(狄奥),在语义上充当 ἐφρόνουν 的思考对象(“所有人都在心中想着那唯一可以且唯独剩下能寄托希望之人”)。其具体所指直至句末的 τὴν πρὸς Δίωνα 才明确点出。

  2. 42.5ἵπποις ἀπὸ ῥυτῆρος

    意为“策马狂奔”或“全速放马驰骋”的习语(字面直译为“用马从缰绳放开”)。

  3. 42.8ὡς μείζονα δίκην δεδωκότων αὐτῶν ἢ λαβεῖν ἂν οἱ κακῶς πεπονθότες ἠξίωσαν

    由 ὡς 引出的属格独立结构,表示使者们陈述这一请求时所依据的主观理由。比较级 μείζονα 之后的 ἤ 从句中,ἂν... ἠξίωσαν 为带有 ἄν 的直陈式不定过去时,表示过去的可能性或反事实条件(“比遭受侵害之人原本会认为理应索取的还要重”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg060.humanitext-grc2:42.1-42.8