← 普鲁塔克

狄翁传

§41.1-41.6

纽普西奥斯的反击与叙拉古遭劫

叙拉古人在海战中击败了狄奥尼修斯派来的纽普西奥斯援军,却因胜而骄并纵情狂饮。纽普西奥斯乘虚突袭并摧毁围墙,纵兵入城劫掠屠杀,叙拉古陷入一片混乱惨境。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§41.1

ἐκ τούτου καταπλέουσιν εἰς τὴν πόλιν παρὰ Διονυσίου τριήρεις Νύψιον ἄγουσαι τὸν Νεαπολίτην, σῖτον καὶ χρήματα κομίζοντα τοῖς πολιορκουμένοις.

此后,来自狄奥尼修斯的几艘三列桨座战船驶入该城,载着那不勒斯人纽普西奥斯,他为被围困者运送粮草与金钱。

§41.2

γενομένης δὲ ναυμαχίας ἐνίκων μὲν οἱ Συρακούσιοι καὶ τέσσαρας τῶν τυραννικῶν νεῶν ἔλαβον, ὑβρίσαντες δὲ τῇ νίκῃ, καὶ διʼ ἀναρχίαν τὸ χαῖρον εἰς πότους καὶ συνουσίας μανικὰς τρέψαντες, οὕτω τῶν χρησίμων ἠμέλησαν ὥστε τὴν ἀκρόπολιν ἔχειν δοκοῦντες ἤδη καὶ τὴν πόλιν προσαπέβαλον.1

海战爆发后,叙拉古人获胜并俘获了僭主方面的四艘战船;但他们因胜利而骄狂,加之缺乏统纪,将喜悦转化为狂乱的饮酒作乐与聚会,以致全然荒废了当务之急,结果正在自以为已攻下卫城之际,反而把城市本身也一并丧失了。

§41.3

ὁ γὰρ Νύψιος ὁρῶν οὐδὲν ὑγιαῖνον ἐν τῇ πόλει μέρος, ἀλλὰ τὸν μὲν ὄχλον αὐλήμασι καὶ μέθαις εἰς νύκτα βαθεῖαν ἀφʼ ἡμέρας κατεχόμενον, τοὺς δὲ στρατηγοὺς ἐπιτερπομένους τε τούτῳ τῷ πανηγυρισμῷ καὶ προσάγειν ἀνάγκην μεθύουσιν ἀνθρώποις ὀκνοῦντας, ἄριστα τῷ καιρῷ χρησάμενος ἐπεχείρησε τῷ τειχίσματι καὶ κρατήσας καὶ διαθρύψας ἐφῆκε τοὺς βαρβάρους, κελεύσας χρῆσθαι τοῖς προστυγχάνουσιν ὡς βούλονται καὶ δύνανται.

因为纽普西奥斯看到城中各处无一正常,民众从白天直到深夜都沉溺于笛声与醉酒之中,而将领们也贪图这番狂欢,不愿对烂醉之人强加管束,于是他极佳地利用了这一时机,猛攻围墙,在攻占并摧毁围墙后纵放蛮族士兵,命令他们按自己的意愿和能力处置遭遇者。

§41.5

ταχέως μὲν οὖν οἱ Συρακούσιοι τὸ κακὸν ᾔσθοντο, βραδέως δὲ καὶ χαλεπῶς συνεβοήθουν ἐκπεπληγμένοι.

叙拉古人固然很快察觉到了大难临头,但在惊骇之中救援彼此却迟缓而艰难。

§41.6

πόρθησις γὰρ ἦν τὰ γινόμενα τῆς πόλεως, τῶν μὲν ἀνδρῶν φονευομένων, τῶν δὲ τειχῶν κατασκαπτομένων, γυναικῶν δὲ καὶ παίδων ἀγομένων εἰς τὴν ἀκρόπολιν μετʼ οἰμωγῆς, ἀπεγνωκότων δὲ τὰ πράγματα τῶν στρατηγῶν καὶ χρῆσθαι μὴ δυναμένων τοῖς πολίταις πρὸς τοὺς πολεμίους ἀναπεφυρμένους καὶ συμμεμιγμένους αὐτοῖς πανταχόθεν.2

因为所发生的实为对城市的洗劫:男人们惨遭杀戮,城墙被拆毁,妇女儿童在一片哀号中被押往卫城,将领们对局势感到绝望,无法组织公民对抗那些已与他们从四面八方混杂厮杀在一起的敌兵。

语法注2 条
  1. 41.2ὥστε τὴν ἀκρόπολιν ἔχειν δοκοῦντες ἤδη καὶ τὴν πόλιν προσαπέβαλον

    连词 ὥστε 引导表示实际结果的结果状语从句,后接直陈语气过去时(προσαπέβαλον)。分词 δοκοῦντες 与从句主语(叙拉古人)在性数格上一致,生动对比了他们自以为已据有卫城、却反将整座城池丢失的讽刺结局。

  2. 41.6πρὸς τοὺς πολεμίους ἀναπεφυρμένους καὶ συμμεμιγμένους αὐτοῖς πανταχόθεν

    完成时被动分词 ἀναπεφυρμένους 与 συμμεμιγμένους 均为阳性宾格复数,修饰前方的 τοὺς πολεμίους。与格代词 αὐτοῖς 则指代前文的公民(τοῖς πολίταις),意为“与公民们四下混杂在一起的敌兵”,说明了将领因双方在巷战中犬牙交错而无法调动公民迎敌的窘境。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg060.humanitext-grc2:41.1-41.6