- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg060.humanitext-grc2:3.1-3.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述老狄奥尼修斯失去原配妻子后,同时迎娶多丽丝与阿里斯托玛凯两位妻子并平等待之,以及二人在生育子嗣上的不同处境。
Διονύσιος ὁ πρεσβύτερος εἰς τὴν ἀρχὴν καταστάς εὐθὺς ἔγημε τὴν Ἑρμοκράτους τοῦ Συρακουσίου θυγατέρα, ταύτην, οὔπω τῆς τυραννίδος ἱδρυμένης βεβαίως, ἀποστάντες οἱ Συρακούσιοι δεινὰς καὶ παρανόμους ὕβρεις εἰς τὸ σῶμα καθύβρισαν, ἐφʼ αἷς προήκατο τὸν βίον ἑκουσίως.
老狄奥尼修斯确立政权后,随即迎娶了叙拉古人赫谟克拉泰斯的女儿;然而,当僭主统治尚未稳固之时,叙拉古人发动叛乱,对她的肉体施以可怕而违法的凌辱,她为此自愿结束了生命。
Διονύσιος δὲ τὴν ἀρχὴν ἀναλαβὼν καὶ κρατυνάμενος αὖθις ἄγεται δύο γυναῖκας ἅμα, τὴν μὲν ἐκ Λοκρῶν ὄνομα Δωρίδα, τὴν δὲ ἐπιχώριον Ἀριστομάχην, θυγατέρα Ἱππαρίνου, πρωτεύσαντος ἀνδρὸς Συρακουσίων καὶ Διονυσίῳ συνάρξαντος ὅτε πρῶτον αὐτοκράτωρ ἐπὶ τὸν πόλεμον ᾑρέθη στρατηγός.
狄奥尼修斯重掌政权并巩固统治后,又同时娶了两位妻子:一位来自洛克里,名叫多丽丝;另一位是本地女子阿里斯托玛凯,她是叙拉古首屈一指的显贵、在狄奥尼修斯初次当选战争全权统帅时与他共同执政的希帕利努斯的女儿。
λέγεται δʼ ἡμέρᾳ μὲν ἀμφοτέρας ἀγαγέσθαι μιᾷ καὶ μηδενὶ γενέσθαι φανερὸς ἀνθρώπων ὁποτέρᾳ προτέρᾳ συνέλθοι, τὸν δὲ ἄλλον χρόνον ἴσον νέμων ἑαυτὸν διατελεῖν ἑκατέρᾳ, κοινῇ μὲν εἰθισμένων δειπνεῖν μετʼ αὐτοῦ, παρὰ νύκτα δὲ ἐν μέρει συναναπαυομένων.1
据说他在同一天迎娶了二人,未向任何人显露他先与哪一位圆房,且在此后始终向二人平分自身,两女习惯于与他共进晚餐,夜间则轮流与他同榻。
καίτοι τῶν Συρακουσίων ἐβούλετο τὸ πλῆθος τὴν ἐγγενῆ πλέον ἔχειν τῆς ξένης· ἀλλὰ ἐκείνῃ προτέρᾳ ὑπῆρχε τεκούσῃ τὸν πρεσβεύοντα τῆς Διονυσίου γενεᾶς υἱὸν αὐτῇ βοηθεῖν πρὸς τὸ γένος.2
尽管叙拉古的民众希望本地女子比外邦女子更占优势,但那一位(多丽丝)率先为狄奥尼修斯的宗族生下了长子,这一有利条件遂有助于她在出身方面支持自身。
ἡ δὲ Ἀριστομάχη πολὺν χρόνον ἄπαις συνῴκει τῷ Διονυσίῳ καίπερ σπουδάζοντι περὶ τὴν ἐκ ταύτης τέκνωσιν, ὅς γε καὶ τὴν μητέρα τῆς Λοκρίδος αἰτιασάμενος καταφαρμακεύειν τὴν Ἀριστομάχην ἀπέκτεινε.
而阿里斯托玛凯虽然狄奥尼修斯极力渴望由她生育后嗣,却同居甚久依然无子,以至于他指控洛克里女子的母亲向阿里斯托玛凯下药施咒,并将其处死。
- 3.4κοινῇ μὲν εἰθισμένων δειπνεῖν μετʼ αὐτοῦ, παρὰ νύκτα δὲ ἐν μέρει συναναπαυομένων
从属于主干不定式 διατελεῖν(其主语为采用人称句式的狄奥尼修斯)的属格独立结构。此处未与前文中指代两名妻子的代词 ἀμφοτέρας(宾格)或 ἑκατέρᾳ(与格)取得一致,而是直接使用不带名词的阴性复数分词(完成时 εἰθισμένων 与现在时 συναναπαυομένων),以两位妻子为逻辑主语来描写她们日常生活中的习惯状态。
- 3.5ἀλλὰ ἐκείνῃ προτέρᾳ ὑπῆρχε τεκούσῃ τὸν πρεσβεύοντα τῆς Διονυσίου γενεᾶς υἱὸν αὐτῇ βοηθεῖν πρὸς τὸ γένος
此句由起非人称作用的动词 ὑπῆρχε 搭配与格(ἐκείνῃ προτέρᾳ τεκούσῃ)及不定式(βοηθεῖν)构成。分词 τεκούσῃ 与 ἐκείνῃ 一致,表示原因或手段。整句意指:率先为狄奥尼修斯生下长子这一事实,构成了多丽丝自身(αὐτῇ βοηθεῖν)足以弥补前文所述其外邦出身之不利(πρὸς τὸ γένος)的现实资本(ὑπῆρχε)。
