- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg060.humanitext-grc2:38.1-38.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
叙拉古人在凶兆打断集会后仍执意选举包括赫拉克莱德斯在内的二十五位将领,策反狄翁的雇佣兵未果后,向护送狄翁撤退的雇佣兵发起袭击。
ἐκκλησιάζουσι δʼ αὐτοῖς1 ἐπὶ νέαις ἀρχαῖς, θέρους μεσοῦντος, ἐξαίσιοι βρονταὶ καὶ διοσημίαι πονηραὶ συνέβαινον ἐφʼ ἡμέρας δεκαπέντε συνεχῶς, ἀνιστᾶσαι2 τὸν δῆμον ὑπὸ δεισιδαιμονίας κωλυόμενον ἑτέρους ἀποδεῖξαι στρατηγούς.
正当仲夏时节,他们聚集举行公民大会以选举新官员之际,连续十五天出现了异常的雷鸣与不祥的天象,使集会解散,民众因迷信敬畏而未能指派其他将领。
ἐπεὶ δὲ φυλάξαντες εὐδίαν σταθερὰν οἱ δημαγωγοὶ συνετέλουν τὰς ἀρχαιρεσίας, βοῦς ἁμαξεὺς οὐκ ἀήθης οὐδʼ ἄπειρος ὄχλων, ἄλλως δέ πως τότε πρὸς τὸν ἐλαύνοντα θυμωθεὶς καὶ φυγὼν ἀπὸ τοῦ ζυγοῦ, δρόμῳ πρὸς τὸ θέατρον ὥρμησε· καὶ τὸν μὲν δῆμον εὐθὺς ἀνέστησε καὶ διεσκέδασεν οὐδενὶ κόσμῳ φεύγοντα, τῆς δʼ ἄλλης πόλεως ἐπέδραμε σκιρτῶν καὶ ταράττων ὅσον ὕστερον οἱ πολέμιοι κατέσχον.3
当煽动家们等待稳定的晴朗天气终于举行选举时,一头并非不习惯也不生疏于人群的驭车公牛,不知为何当时对驾车人生起怒气,挣脱了轭具,径直狂奔向剧场;它立刻惊起民众,使他们在毫无秩序中四散奔逃,又在跳跃奔踏与制造混乱中踏遍了城中其余地域——其范围恰同后来敌人所占领之地。
οὐ μὴν ἀλλὰ ταῦτα χαίρειν ἐάσαντες4 οἱ Συρακούσιοι πέντε καὶ εἴκοσι στρατηγοὺς ἐχειροτόνησαν, ὧν εἷς ἦν Ἡρακλείδης· καὶ τοὺς ξένους ὑποπέμποντες κρύφα τοῦ Δίωνος ἀφίστασαν καὶ μετεκάλουν πρὸς αὑτούς, ἐπαγγελλόμενοι καὶ τῆς πολιτείας ἰσομοιρίαν.
尽管如此,叙拉古人仍不顾这些征兆,投票选出了二十五位将领,赫拉克莱德斯便是其中之一;他们还秘密派遣使者到雇佣兵那里,企图拉拢他们脱离狄翁而归附自己,甚至许诺平等的公民权利。
οἱ δὲ ταῦτα μὲν οὐ προσεδέξαντο, τὸν δὲ Δίωνα πιστῶς καὶ προθύμως μετὰ τῶν ὅπλων ἀναλαβόντες καὶ συμφράξαντες ὑπῆγον ἐκ τῆς πόλεως, ἀδικοῦντες μὲν οὐδένα, πολλὰ δὲ τοὺς ἐντυγχάνοντας εἰς ἀχαριστίαν καὶ μοχθηρίαν ὀνειδίζοντες.
但雇佣兵们并没有接受这些提议,反而忠诚而热烈地手持兵刃护卫着狄翁,结成紧密的阵形引他撤出城外;他们没有伤害任何人,却对沿途遇到的人大加责备,斥其忘恩负义与品行卑劣。
οἱ δὲ τῆς ὀλιγότητος αὐτῶν καὶ τοῦ μὴ προεπιχειρεῖν καταφρονήσαντες, καὶ γενόμενοι πολὺ πλείους ἐκείνων, ἐφώρμησαν ὡς ῥᾳδίως ἐπικρατήσοντες ἐν τῇ πόλει καὶ πάντας αὐτοὺς κατακτενοῦντες.5
市民们由于鄙视雇佣兵人数微少且未曾先行发难,加上人数变得远多于对方,便猛扑过去,以为定能在城内轻取他们并将他们斩尽杀绝。
- 38.1ἐκκλησιάζουσι δʼ αὐτοῖς
此为现在分词与格结构,用作主动词 συνέβαινον 的参照或时间与格,表示“当他们正在举行公民大会时,发生了……”。
- 38.1ἀνιστᾶσαι
现在分词阴性复数主格,与主语 βρονταὶ καὶ διοσημίαι πονηραί 一致,具有致使意义,意为“使(坐着的集会民众)起立、解散”。
- 38.3τῆς δʼ ἄλλης πόλεως ἐπέδραμε σκιρτῶν καὶ ταράττων ὅσον ὕστερον οἱ πολέμιοι κατέσχον
ἐπέδραμε 的直接宾语是由 ὅσον 引导的从句(即“后来敌人所占据的那么大的区域”),τῆς ἄλλης πόλεως 则为部分属格(“城中其余部分之……”)。
- 38.4ταῦτα χαίρειν ἐάσαντες
短语 χαίρειν ἐάω 字面为“向……道别”,引申为“不予理会、搁置一旁”。此处的宾语 ταῦτα 指前述雷雨与狂奔的公牛等不祥征兆。
- 38.6ὡς ῥᾳδίως ἐπικρατήσοντες ἐν τῇ πόλει καὶ πάντας αὐτοὺς κατακτενοῦντες
小词 ὡς 连用未来时分词(ἐπικρατήσοντες 与 κατακτενοῦντες),表示叙拉古人主观的意图、盘算或预期(“以为能够轻易制伏……并将其尽数杀绝”)。
