← 普鲁塔克

狄翁传

§39.1-39.4

狄翁的不流血撤退与追兵的再次溃逃

狄翁在撤退中尽量避免伤害公民,仅凭震慑便击溃了前来的追兵;但叙拉古官员因受嘲笑而再次追击,狄翁怒而列阵,迫使他们再次狼狈逃窜。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§39.1

ἐν τούτῳ δὲ γεγονὼς ἀνάγκης καὶ τύχης ὁ Δίων ἢ μάχεσθαι τοῖς πολίταις ἢ μετὰ τῶν ξένων ἀποθανεῖν,1 πολλὰ μὲν ἱκέτευεν ὀρέγων τὰς χεῖρας τοῖς Συρακουσίοις καὶ τὴν ἀκρόπολιν περίπλεων πολεμίων οὖσαν ὑπερφαινομένων τὰ τείχη καὶ τὰ γενόμενα καθορώντων ἐπιδεικνύμενος·

狄翁陷于或是与本邦公民交战、或是与雇佣兵一同赴死的迫切境遇与命运之中,便向叙拉古人伸出双手,极力恳求,并指向敌军充斥的卫城——敌人正探身城墙之上,俯瞰着正在发生的一切。

§39.2

ὡς δʼ ἦν ἀπαραίτητος ἡ τῶν πολλῶν φορά καὶ κατεῖχεν ὥσπερ ἐν πελάγει τὸ τῶν δημαγωγῶν πνεῦμα τὴν πόλιν, ἐμβολῆς μὲν ἀποσχέσθαι τοῖς ξένοις προσέταξεν, ὅσον δʼ ἐπιδραμόντων μετὰ βοῆς καὶ τοῖς ὅπλοις τιναξαμένων2 οὐδεὶς ἔμεινε τῶν Συρακουσίων, ἀλλʼ ᾤχοντο φεύγοντες ἀνὰ τὰς ἀγυιάς, οὐδενὸς ἐπιδιώκοντος· εὐθὺς γὰρ ἀπέστρεψεν ὁ Δίων τοὺς ξένους καὶ προῆγεν εἰς Λεοντίνους.

然而,大众的狂热势不可当,煽动家们煽起的狂风如同在大海上一般笼罩了全城,于是他命令雇佣兵不得直接发起冲杀;可是雇佣兵们仅仅高呼着奔向前去并震响武器,叙拉古人中便无一人坚守,反而沿着街道四散奔逃,尽管并无任何人追赶;因为狄翁立刻率领雇佣兵调头,向莱昂蒂尼前进。

§39.3

οἱ δʼ ἄρχοντες τῶν Συρακουσίων καταγέλαστοι γεγονότες ὑπὸ τῶν γυναικῶν, καὶ τὴν αἰσχύνην ἀναλαβεῖν3 ζητοῦντες, αὖθις ὁπλίσαντες τοὺς πολίτας ἐδίωκον τὸν Δίωνα, καὶ κατέλαβον μὲν ἐπὶ διαβάσει τινὸς ποταμοῦ καὶ προσίππευσαν ἁψιμαχοῦντες· ὡς δʼ ἑώρων οὐκέτι πρᾴως οὐδὲ πατρικῶς ὑπομένοντα τὰς ἁμαρτίας αὐτῶν, ἀλλὰ θυμῷ τοὺς ξένους ἐπιστρέφοντα καὶ παραταττόμενον, αἰσχίονα φυγὴν τῆς προτέρας φυγόντες ὑπεχώρησαν εἰς τὴν πόλιν, οὐ πολλῶν ἀποθανόντων.

叙拉古的官员们由于沦为妇女们的笑柄,并试图洗雪这一耻辱,便再次武装市民追赶狄翁,在某条河流的渡口追赶上了他,并策马前来进行小规模袭扰;但当他们看到狄翁不再温和如父般容忍他们的过失,而是怒气填胸地将雇佣兵调头列阵时,他们便以比前次更加可耻的溃败仓皇逃回城内,死者并不算多。

语法注3 条
  1. 39.1ἐν τούτῳ δὲ γεγονὼς ἀνάγκης καὶ τύχης ὁ Δίων ἢ μάχεσθαι τοῖς πολίταις ἢ μετὰ τῶν ξένων ἀποθανεῖν

    中性指示代词短语 ἐν τούτῳ 后接部分属格 ἀνάγκης καὶ τύχης,意为“陷于如此必然与命运的境地”。后面的两个选择性不定式短语(ἢ μάχεσθαι ... ἢ ... ἀποθανεῖν)对 ἀνάγκης 作同位或解释性说明,具体阐明了他所面临的被迫抉择。

  2. 39.2ὅσον δʼ ἐπιδραμόντων μετὰ βοῆς καὶ τοῖς ὅπλοις τιναξαμένων

    副词性中性宾格 ὅσον(意为“仅仅”、“不过是”)修饰属格绝对结构(ἐπιδραμόντων ... καὶ ... τιναξαμένων,其逻辑主语为雇佣兵 τῶν ξένων)。这突出了雇佣兵并未动真格交战,仅凭呐喊冲前并震响兵刃这最小限度的动作,就足以使叙拉古人溃逃。

  3. 39.3τὴν αἰσχύνην ἀναλαβεῖν

    动词 ἀναλαμβάνω 与表示耻辱或损失的名词(αἰσχύνη)连用,为习惯用法,意为“挽回名誉”、“洗刷耻辱”。此处指叙拉古官员因仅被威慑便仓皇溃逃而遭城中妇人嘲笑后,企图挽回颜面的心理。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg060.humanitext-grc2:39.1-39.4