← 普鲁塔克

狄翁传

§37.1-37.7

狄奥尼修斯的出逃与土地重新分配的煽动

菲利斯托斯死后,狄奥尼修斯的撤退条件遭拒后乘船逃离;赫拉克莱德斯因失职受责,遂煽动民众推行土地再分配并排挤狄翁。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§37.1

μετὰ δὲ τὴν Φιλίστου τελευτὴν Διονύσιος ἔπεμπε πρὸς Δίωνα τὴν μὲν ἀκρόπολιν ἐκείνῳ παραδιδοὺς καὶ τὰ ὅπλα καὶ τοὺς μισθοφόρους καὶ πέντε μηνῶν ἐντελῆ τούτοις μισθόν, αὐτὸς δὲ ἀξιῶν ὑπόσπονδος εἰς Ἰταλίαν ἀπελθεῖν κἀκεῖ κατοικῶν καρποῦσθαι τῆς Συρακουσίας τὸν καλούμενον Γύαρτα, πολλὴν καὶ ἀγαθὴν χώραν ἀνήκουσαν ἀπὸ θαλάττης εἰς τὴν μεσόγειον.

菲利斯托斯死后,狄奥尼修斯派人前往狄翁处,表示愿将卫城、武器和雇佣兵连同发给他们五个月的足额薪饷移交给狄翁,而他自己则请求根据条约撤往意大利,定居该地并享有叙拉古境内被称为居阿尔塔的土地收益——那是一片从海边绵延至内陆的广大肥沃土地。

§37.3

οὐ προσδεξαμένου δὲ τοῦ Δίωνος, ἀλλὰ δεῖσθαι τῶν Συρακουσίων κελεύσαντος, οἱ μὲν Συρακούσιοι ζῶντα λήψεσθαι τὸν Διονύσιον ἐλπίσαντες ἀπήλασαν τοὺς πρέσβεις, ἐκεῖνος δὲ τὴν μὲν ἄκραν Ἀπολλοκράτει, τῷ πρεσβυτέρῳ τῶν παίδων, παρέδωκεν, αὐτὸς δὲ πνεῦμα τηρήσας ἐπίφορον καὶ τὰ τιμιώτατα τῶν σωμάτων καὶ τῶν χρημάτων ἐνθέμενος εἰς τὰς ναῦς λαθὼν τὸν ναύαρχον Ἡρακλείδην ἐξέπλευσεν.

但狄翁并未接受,而是命他向叙拉古人恳求;叙拉古人希望能生擒狄奥尼修斯,便将使节驱逐出境。于是狄奥尼修斯将卫城交给了长子阿波罗克拉泰斯,自己则趁顺风之时,将最宝贵的人口与资财载上船只,避过海军统领赫拉克莱德斯扬帆出逃。

§37.5

ὁ δὲ κακῶς ἀκούων καὶ θορυβούμενος1 ὑπὸ τῶν πολιτῶν Ἵππωνά τινα τῶν δημαγωγῶν καθίησι προκαλεῖσθαι τὸν δῆμον ἐπὶ γῆς ἀναδασμόν, ὡς ἐλευθερίας ἀρχὴν οὖσαν τὴν ἰσότητα, δουλείας δὲ τὴν πενίαν τοῖς ἀκτήμοσι.2

赫拉克莱德斯因此遭到公民们的斥责与喧闹抗议,便指使一名煽动者希彭,唆使民众实行土地再分配,借口说平等是自由的开端,而对无产者而言贫困就是奴役的开端。

§37.6

συνηγορῶν δὲ τούτῳ καὶ τὸν Δίωνα καταστασιάζων ἐναντιούμενον ἔπεισε τοὺς Συρακουσίους ταῦτά ψηφίσασθαι καὶ τῶν ξένων τὸν μισθὸν ἀποστερεῖν καὶ στρατηγοὺς ἑτέρους ἑλέσθαι, τῆς ἐκείνου βαρύτητος ἀπαλλαγέντας.

赫拉克莱德斯对此予以支持,并向持反对意见的狄翁发难,说服叙拉古人通过这些决议,克扣外籍雇佣兵的军饷,并摆脱狄翁的严苛管制,另选其他将领。

§37.7

οἱ δʼ, ὥσπερ ἐκ μακρᾶς ἀρρωστίας τῆς τυραννίδος εὐθὺς ἐπιχειροῦντες ἐξανίστασθαι, καὶ πράττειν τὰ τῶν αὐτονομουμένων παρὰ καιρόν, ἐσφάλλοντο μὲν αὐτοὶ ταῖς πράξεσιν, ἐμίσουν δὲ τὸν Δίωνα βουλόμενον ὥσπερ ἰατρὸν ἐν ἀκριβεῖ καὶ σωφρονούσῃ διαίτῃ κατασχεῖν τὴν πόλιν.

而叙拉古人企图立即从如同长久疾患般的僭主政治中起身,过早地摆出自治者的姿态,在行动中屡遭挫折,反而怨恨起狄翁来——因为狄翁希望如同一位医生,用严格而节制的疗法来约束整座城邦。

语法注2 条
  1. 37.5ὁ δὲ κακῶς ἀκούων καὶ θορυβούμενος

    句首指示代词 ὁ δέ 的指代对象并非前句的主语狄奥尼修斯,而是前句末尾出现的统领“赫拉克莱德斯”(Ἡρακλείδην)。他因未能防范而致僭主逃脱,遭到市民的责难(κακῶς ἀκούειν),遂唆使煽动家来迎合民众以转移矛盾。

  2. 37.5ὡς ἐλευθερίας ἀρχὴν οὖσαν τὴν ἰσότητα, δουλείας δὲ τὴν πενίαν τοῖς ἀκτήμοσι

    由连词 ὡς 引导的宾格绝对结构,表示煽动者所主张的主观借口。谓语 ἀρχὴν οὖσαν 与主语 τὴν ἰσότητα 一致,并在后半句承前省略(δουλείας δὲ [ἀρχὴν οὖσαν] τὴν πενίαν τοῖς ἀκτήμοσι)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg060.humanitext-grc2:37.1-37.7