← 普鲁塔克

狄翁传

§34.1-34.9

索西斯的自残诬陷与骗局败露

索西斯自残身体并谎称遭到狄翁佣兵袭击以煽动民众,但在狄翁的辩护、医生的验伤以及被发现的凶器剃刀面前,其伪装败露。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§34.1

ἦν δέ τις Σῶσις, ἄνθρωπος ἐκ πονηρίας καὶ θρασύτητος εὐδοκιμῶν παρὰ τοῖς Συρακουσίοις, περιουσίαν ἡγουμένοις ἐλευθερίας τὸ μέχρι τοιούτων ἀνεῖσθαι τὴν παρρησίαν.

有个名叫索西斯的人,因其邪恶与狂妄而在叙拉古人中颇有名气;叙拉古人认为,言论自由若能放任至这般人物的地步,便是自由的丰裕。

§34.2

οὗτος ἐπιβουλεύων Δίωνι πρῶτον μὲν ἐκκλησίας οὔσης ἀναστὰς πολλὰ τοὺς Συρακουσίους ἐλοιδόρησεν, εἰ μὴ συνιᾶσιν1 ὡς ἐμπλήκτου καὶ μεθυούσης ἀπηλλαγμένοι τυραννίδος ἐγρηγορότα καὶ νήφοντα δεσπότην εἰλήφασιν· ἔπειτα φανερὸν τοῦ Δίωνος ἐχθρὸν ἀναδείξας ἑαυτόν τότε μὲν ἐκ τῆς ἀγορᾶς ἀπῆλθε, τῇ δʼ ὑστεραίᾳ γυμνὸς ὤφθη διὰ τῆς πόλεως θέων ἀνάπλεως αἵματος τὴν κεφαλὴν καὶ τὸ πρόσωπον, ὡς δή τινας φεύγων διώκοντας.

此人图谋陷害狄翁,起初在公民大会开会时站起身来,痛骂叙拉古人糊涂,说他们摆脱了反复无常又沉溺醉乡的僭主统治,却迎来了一位警觉而清醒的主子;接着,他公开宣布自己是狄翁的敌人,随后便离开了广场。然而次日,人们看见他浑身赤裸穿过城邦奔跑,头脸满是鲜血,仿佛正躲避追杀一般。

§34.4

ἐμβαλὼν δὲ τοιοῦτος εἰς τὴν ἀγορὰν ἔλεγεν ὑπὸ τῶν ξένων τοῦ Δίωνος ἐπιβεβουλεῦσθαι,2 καὶ τὴν κεφαλὴν ἐπεδείκνυε τετρωμένην· καὶ πολλοὺς εἶχε τοὺς συναγανακτοῦντας καὶ συνισταμένους κατὰ τοῦ Δίωνος, ὡς δεινὰ καὶ τυραννικὰ πράττοντος, εἰ φόνοις καὶ κινδύνοις τῶν πολιτῶν ἀφαιρεῖται τὴν παρρησίαν.

他以这副模样冲进广场,声称自己遭到了狄翁的异邦佣兵谋害,并展示了受伤的头颅;许多人同仇敌忾,联合起来反对狄翁,认为他若以屠戮和危险剥夺公民的言论自由,便是行径可恶的僭主。

§34.5

οὐ μὴν ἀλλὰ, καίπερ ἀκρίτου καὶ ταραχώδους ἐκκλησίας γενομένης, παρελθὼν ὁ Δίων ἀπελογεῖτο καὶ τὸν Σῶσιν ἀπέφαινε τῶν Διονυσίου δορυφόρων ἑνὸς ἀδελφὸν ὄντα καὶ διʼ ἐκείνου πεπεισμένον στασιάσαι καὶ συνταράξαι τὴν πόλιν, οὐδεμιᾶς Διονυσίῳ σωτηρίας οὔσης, πλὴν τῆς ἐκείνων ἀπιστίας καὶ διαφορᾶς πρὸς αὑτούς, ἅμα δʼ οἱ μὲν ἰατροὶ τοῦ Σώσιδος τὸ τραῦμα καταμανθάνοντες εὕρισκον ἐξ ἐπιπολῆς μᾶλλον ἢ καταφορᾶς γεγενημένον.

尽管如此,大会虽陷入无序与混乱之中,狄翁依然走上前去为自己辩白,指出索西斯是狄奥尼修斯一名近卫兵的兄弟,是受其指使来城中挑起派系争斗与混乱的,因为除了叙拉古人彼此猜忌与内讧之外,狄奥尼修斯已无任何生路;与此同时,医生们仔细查验索西斯的伤口,发现那是浅表的划伤,而非下劈的深伤。

§34.7

αἱ μὲν γὰρ ὑπὸ ξίφους πληγαὶ μάλιστα τὸ μέσον ὑπὸ βάρους πιέζουσι, τὸ δὲ τοῦ Σώσιδος λεπτὸν ἦν διόλου καὶ πολλὰς εἶχεν ἀρχάς, ὡς εἰκὸς, ὑπʼ ἀλγηδόνος ἀνιέντος, εἶτα αὖθις ἐπάγοντος.3 ἧκον δέ τινες τῶν γνωρίμων ξυρὸν κομίζοντες εἰς τὴν ἐκκλησίαν, καὶ διηγούμενοι βαδίζουσιν αὐτοῖς καθʼ ὁδὸν ἀπαντῆσαι4 τὸν Σῶσιν ᾑμαγμένον καὶ λέγοντα φεύγειν τοὺς Δίωνος ξένους ὡς ἀρτίως ὑπʼ ἐκείνων τετρωμένος· εὐθὺς οὖν διώκοντες ἄνθρωπον μὲν οὐδένα λαβεῖν, ὑπὸ πέτραν δὲ κοίλην κείμενον ἰδεῖν ξυρὸν, ὅθεν ἐκεῖνος ὤφθη προσερχόμενος.

因为剑造成的伤口因重量而中部受压最深,索西斯的伤痕却整体纤细,且有好几处起刀口,正如人在疼痛之下放松了手、随后又再次下刀的情形一样;接着,有几位显要人士带着一把剃刀来到大会,陈述道:他们在路上行走时迎面撞见浑身是血的索西斯,他说自己正因刚才被狄翁的异邦兵砍伤而逃跑;于是他们立即追赶,虽未捕获任何人,却在索西斯此前走过来的一处凹陷岩石下,发现了搁在那里的剃刀。

语法注4 条
  1. 34.2ἐλοιδόρησεν, εἰ μὴ συνιᾶσιν

    接续词 εἰ 引导动词 ἐλοιδόρησεν(责骂)的内容或缘由,用法同情感动词(如 θαυμάζω εἰ, μέμφομαι εἰ)之后表达不满的从句,意为“斥责他们竟未能察觉……”。

  2. 34.4ὑπὸ τῶν ξένων τοῦ Δίωνος ἐπιβεβουλεῦσθαι

    不及物动词 ἐπιβουλεύω(支配与格,图谋陷害某人)的完成时被动态不定词。在被动态中,原本处于与格的目标转为被动句主语(索西斯自指):“声称自己遭到了谋害”。

  3. 34.7ἀνιέντος, εἶτα αὖθις ἐπάγοντος

    省略了逻辑主语的属格独立结构(genitive absolute)。根据上下文,其逻辑主语为自残的索西斯(即 [τοῦ Σώσιδος] ἀνιέντος...),用以说明他因疼痛而松手又重新下刀的情形。

  4. 34.8βαδίζουσιν αὐτοῖς καθʼ ὁδὸν ἀπαντῆσαι

    由分词 διηγούμενοι 统辖的“宾格加不定词”间接引语结构。不定词 ἀπαντῆσαι 的逻辑主语为宾格 τὸν Σῶσιν,而 βαδίζουσιν αὐτοῖς 则是 ἀπαντῆσαι 所支配的与格(“在他们沿路行走时,索西斯迎面撞见他们”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg060.humanitext-grc2:34.1-34.9