← 普鲁塔克

狄翁传

§33.1-33.5

赫拉克莱德斯受任统帅与暗中煽动

叙拉古人自发推举赫拉克莱德斯为海军统帅,但因狄翁抗议最高权力受侵犯而被迫撤销;随后狄翁亲自重任他为统帅并配予卫队,赫拉克莱德斯却在暗中煽动民众,使狄翁陷入两难的政治困境。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§33.1

καὶ πρῶτον μὲν εἰς ἐκκλησίαν ἀφʼ αὑτῶν συνδραμόντες εἵλοντο τὸν Ἡρακλείδην ναύαρχον.

他们首先自发地聚集到公民大会,推选赫拉克莱德斯为海军统帅。

§33.2

ἐπεὶ δὲ Δίων παρελθὼν ᾐτιᾶτο τὴν ἐκείνῳ διδομένην ἀρχὴν ἀφαίρεσιν εἶναι τῆς πρότερον αὐτῷ δεδομένης, οὐκέτι γὰρ αὐτοκράτωρ μένειν,1 ἂν ἄλλος ἡγῆται τῶν κατὰ θάλασσαν, ἄκοντες οἱ Συρακούσιοι πάλιν ἀπεψηφίσαντο τὸν Ἡρακλείδην.

但狄翁走上前去指责道,授予那个人的权位是对此前授予他本人的权力的削夺——因为一旦有其他人统领海事,他便不再是全权最高统帅——于是叙拉古人虽不情愿,仍再次表决取消了赫拉克莱德斯的职位。

§33.3

γενομένων δὲ τούτων μεταπεμψάμενος αὐτὸν ὁ Δίων οἴκαδε, καὶ μικρὰ μεμψάμενος, ὡς οὐ καλῶς οὐδὲ συμφερόντως ὑπὲρ δόξης στασιάζοντα2 πρὸς αὐτὸν ἐν καιρῷ ῥοπῆς ὀλίγης δεομένῳ πρὸς ἀπώλειαν,3 αὖθις ἐκκλησίαν αὐτὸς συναγαγών ναύαρχον ἀπέδειξε τὸν Ἡρακλείδην, καὶ τοῦ σώματος ἔπεισε φυλακὴν δοῦναι τοὺς πολίτας, ὥσπερ αὐτὸς εἶχεν.

此事发生之后,狄翁派人将他召至家中,略加责备,指出在稍有偏向便会致于覆灭的危急关头,为了虚荣与他相争既不高尚也无裨益;随后狄翁亲自再次召集公民大会,任命赫拉克莱德斯为海军统帅,并说服公民们授予他卫队,一如狄翁自己所拥有的那样。

§33.4

ὁ δὲ τῷ μὲν λόγῳ καὶ τῷ σχήματι τὸν Δίωνα θεραπεύων καὶ χάριν ὁμολογῶν ἔχειν παρηκολούθει ταπεινός, ὑπηρετῶν τὸ κελευόμενον, κρύφα δὲ τοὺς πολλοὺς καὶ νεωτεριστὰς διαφθείρων καὶ ὑποκινῶν, θορύβοις τὸν Δίωνα περιέβαλλεν, εἰς ἅπασαν ἀπορίαν καθιστάμενον.

赫拉克莱德斯在言辞和举止上讨好狄翁,自称感恩戴德,以顺从的姿态侍奉在侧,听凭差遣,暗中却腐蚀并煽动大众与图谋变乱之徒,以骚乱包围狄翁,使之陷入极度的进退两难之中。

§33.5

εἴτε γὰρ ἀφιέναι κελεύοι Διονύσιον ὑπόσπονδον ἐκ τῆς ἄκρας, διαβολὴν εἶχε φείδεσθαι καὶ περισῴζειν ἐκεῖνον, εἴτε λυπεῖν μὴ βουλόμενος ἐπὶ τῆς πολιορκίας ἡσυχάζοι,4 διατηρεῖν ἐδόκει τὸν πόλεμον, ὡς μᾶλλον ἄρχοι καὶ καταπλήττοιτο τοὺς πολίτας.

因为倘若狄翁主张允许狄奥尼修斯在立约媾和后撤出卫城,他就会招致包庇并保全僭主的毁谤;而倘若他不想惹人怨尤、在围攻中按兵不动,人们又认为他是在故意拖延战事,以便更长久地掌权并恐吓公民。

语法注4 条
  1. 33.2οὐκέτι γὰρ αὐτοκράτωρ μένειν

    不定式 μένειν 处于间接引语中,由前文的 ᾐτιᾶτο 统领,γάρ 引导的解释从句延续了间接引语的构造。在直接引语中对应为 οὐκέτι αὐτοκράτωρ μένω 或 μενῶ。

  2. 33.3ὡς οὐ καλῶς οὐδὲ συμφερόντως ὑπὲρ δόξης στασιάζοντα

    质词 ὡς 与宾格分词 στασιάζοντα(修饰前置宾语 αὐτόν,即赫拉克莱德斯)连用,表示 μεμψάμενος(责备)的具体内容与理由。

  3. 33.3ῥοπῆς ὀλίγης δεομένῳ πρὸς ἀπώλειαν

    ῥοπῆς ὀλίγης 是由表示缺乏/需要的动词(δεομένῳ)所要求的属格。ῥοπή 原指天平的倾斜或摆动,全句意指局势千钧一发,只需极微小的失衡便会招致毁灭。

  4. 33.5εἴτε γὰρ ἀφιέναι κελεύοι ... εἴτε ... ἡσυχάζοι

    希求法 κελεύοι 与 ἡσυχάζοι 在过去时叙述中表示反复或习惯性动作(反复希求法),与主句的过去时动词(εἶχε, ἐδόκει)相呼应,展现出狄翁无论选择哪一条路径都会受到舆论攻击的进退维谷之境。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg060.humanitext-grc2:33.1-33.5