- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg060.humanitext-grc2:35.1-35.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
索西斯的阴谋败露并被判死刑,民众与狄翁和解;然而,因海战击败菲利斯托斯而轻视陆军雇佣兵的叙拉古人,在俘获老将菲利斯托斯后对他进行了极其残酷的羞辱与处决。
ἦν μὲν οὖν ἤδη μοχθηρὰ τὰ περὶ τὸν Σῶσιν προσγενομένων δὲ τούτοις τοῖς ἐλέγχοις οἰκετῶν καταμαρτυρούντων1 ὡς ἔτι νυκτὸς ἐξέλθοι μόνος ἔχων τὸ ξυρόν, οἵ τε κατηγοροῦντες τοῦ Δίωνος ὑπεχώρησαν ὅ τε δῆμος καταψηφισάμενος θάνατον τοῦ Σώσιδος διηλλάσσετο τῷ Δίωνι.
索西斯的处境本已十分不妙;在这些证据之上,又有仆人们作证说,他尚在黑夜中便独自携剃刀外出,于是指控狄翁的人纷纷退缩,民众则判决索西斯死刑,并与狄翁和解。
τοὺς δὲ μισθοφόρους οὐδὲν ἧττον ἐν ὑποψίαις εἶχον, καὶ μάλιστα τῶν πλείστων ἀγώνων πρὸς τὸν τύραννον ἤδη γινομένων κατὰ θάλατταν, ἐπειδὴ Φίλιστος ἧκεν ἐξ Ἰαπυγίας ἔχων πολλὰς τριήρεις Διονυσίῳ βοηθήσων, καὶ τῶν ξένων ὄντων ὁπλιτῶν οὐδεμίαν ἔτι χρῆσιν ἐνόμιζον εἶναι πρὸς τὸν πόλεμον, ἀλλὰ κἀκείνους ἐφʼ ἑαυτοῖς ἔσεσθαι ναυβάταις οὖσι2 καὶ τὸ κράτος ἐκ τῶν νεῶν κτωμένοις.
然而,他们对雇佣兵的戒心却丝毫不减,尤其是与僭主的战事大半已转入海上,因菲利斯托斯率领大批三列桨战船从雅皮吉亚赶来支援狄奥尼修斯;而鉴于这些外邦佣兵是重装步兵,民众认为他们在战事中已无任何用处,反倒是那些人也必须依仗他们这些身兼水手并凭战船夺得霸权的人。
ἔτι δὲ μᾶλλον αὐτοὺς ἐπῆρεν εὐτυχία τις γενομένη κατὰ θάλασσαν, ἐν ᾗ νικήσαντες τὸν Φίλιστον ὠμῶς καὶ βαρβαρικῶς αὐτῷ προσηνέχθησαν.
在海上取得的一场胜利使他们更加得意忘形,在这场海战中他们击败了菲利斯托斯,并以残忍野蛮的方式对待他。
Ἔφορος μὲν οὖν φησιν ὡς ἁλισκομένης τῆς νεὼς ἑαυτὸν ἀνέλοι, Τιμωνίδης δὲ πραττομέναις ἐξ ἀρχῆς ταῖς πράξεσι ταύταις μετὰ Δίωνος παραγενόμενος καὶ γράφων πρὸς Σπεύσιππον τὸν φιλόσοφον ἱστορεῖ ζῶντα ληφθῆναι τῆς τριήρους εἰς τὴν γῆν ἐκπεσούσης τὸν Φίλιστον· καὶ πρῶτον μὲν ἀποδύσαντας αὐτοῦ τὸν θώρακα τοὺς Συρακουσίους καὶ γυμνὸν ἐπιδειξαμένους τὸ σῶμα προπηλακίζειν ὄντος ἤδη γέροντος·3 ἔπειτα τὴν κεφαλὴν ἀποτεμεῖν καὶ τοῖς παισὶ παραδοῦναι τὸ σῶμα, κελεύσαντας ἕλκειν διὰ τῆς Ἀχραδινῆς καὶ καταβαλεῖν εἰς τὰς Λατομίας.
埃福罗斯记载,他在战船被俘之际自尽身亡;但提摩尼德斯——他从一开始就随同狄翁参与这些行动,并致信哲学家斯珀乌西波斯——叙述说,在战船搁浅于陆地后,菲利斯托斯是被人活捉的;叙拉古人先是剥下他的胸甲,将他赤裸的身躯暴露示众,肆意凌辱他,尽管他已是一位老人;接着斩下他的首级,将尸首交给少年们,命令他们将其拖过阿克拉迪纳街区,扔进采石场。
ἔτι δὲ μᾶλλον ἐφυβρίζων ὁ Τίμαιος ἐκ τοῦ σκέλους φησὶ τοῦ χωλοῦ τὰ παιδάρια τὸν νεκρὸν ἐφαψάμενα τοῦ Φιλίστου σύρειν διὰ τῆς πόλεως· χλευαζόμενον ὑπὸ τῶν Συρακουσίων πάντων, ὁρώντων τοῦ σκέλους ἑλκόμενον τὸν εἰπόντα4 μὴ δεῖν ἐκ τυραννίδος φεύγειν Διονύσιον ἵππῳ ταχεῖ χρώμενον, ἀλλὰ τοῦ σκέλους ἑλκόμενον.
蒂迈欧斯则带着更大的侮辱口吻说,少年们抓着菲利斯托斯残疾的腿,把尸体拖过全城;所有叙拉古人都在嘲弄他,因为他们看见,这个曾声称狄奥尼修斯不该骑乘骏马逃离僭主之位、而该被人抓着腿拖出来的人,如今正是被人抓着腿在地上拖行。
καίτοι τοῦτο Φίλιστος, ὡς ὑφʼ ἑτέρου λεχθέν, οὐχ ὑφʼ αὑτοῦ, πρὸς Διονύσιον ἐξήγγελκεν.
然而,菲利斯托斯向狄奥尼修斯呈报这番言论时,是声称此话出自他人之口,而非出自他自己。
- 35.1προσγενομένων δὲ τούτοις τοῖς ἐλέγχοις οἰκετῶν καταμαρτυρούντων
这是一个属格绝对独立结构(προσγενομένων... οἰκετῶν καταμαρτυρούντων),其中动词 προσγίγνομαι 所要求的与格补足语 τούτοις τοῖς ἐλέγχοις(“在这些证据之上”)嵌入其间。分词 καταμαρτυρούντων 修饰主语 οἰκετῶν,并通过 ὡς 从句引出作证的具体内容。
- 35.2κἀκείνους ἐφʼ ἑαυτοῖς ἔσεσθαι ναυβάταις οὖσι
间接引语中的“对格+不定词”结构。κἀκείνους(即 καὶ ἐκείνους)是不定词 ἔσεσθαι 的对格主语,指雇佣兵。介词短语 ἐφʼ ἑαυτοῖς 表示“受……支配/依附于……”,反身代词 ἑαυτοῖς 指代思考的主体叙拉古民众。随后的 ναυβάταις οὖσι 在格上与 ἑαυτοῖς 一致(均为与格),补充说明其身份(“依附于身为水手的自己”)。
- 35.5ὄντος ἤδη γέροντος
尽管前文以对格表示菲利斯托斯(τὸν Φίλιστον),本分句中其胸甲与身躯亦用对格(τὸν θώρακα, τὸ σῶμα),但此处使用了省略主语的属格绝对独立结构(或与前文属格 αὐτοῦ 一致的分词短语)ὄντος ἤδη γέροντος,具有让步或情状意味(“尽管他已是一位老人”)。
- 35.6χλευαζόμενον ὑπὸ τῶν Συρακουσίων πάντων, ὁρώντων τοῦ σκέλους ἑλκόμενον τὸν εἰπόντα
χλευαζόμενον 为对格分词,修饰前面的尸体(τὸν νεκρόν)。分词 ὁρώντων 则与属格的 τῶν Συρακουσίων πάντων 一致。其宾语 τὸν εἰπόντα(“那个曾说过……的人”)带有补充性受动分词 ἑλκόμενον(“被拖行”),此处巧妙地构成了对该人曾经的名言 τοῦ σκέλους ἑλκόμενον(“被拽着腿拖出来”)的讽刺性重现。
