← 普鲁塔克

狄翁传

§32.1-32.5

赫拉克莱德斯抵达与民众的离心

读信之后叙拉古人对狄翁产生猜忌,转而寄望于新抵港的赫拉克莱德斯;赫拉克莱德斯乘机迎合群氓,轻松赢得了因胜利而狂妄并渴望煽动政治的民众的欢心。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§32.1

ἀναγινωσκομένων δὲ τούτων οὐχ, ὅπερ ἦν δίκαιον, εἰσῄει τοὺς Συρακοσίους ἐκπλήττεσθαι1 τὴν ἀπάθειαν καὶ τὴν μεγαλοψυχίαν τοῦ Δίωνος ὑπὲρ τῶν καλῶν καὶ δικαίων ἀπισχυριζομένου πρὸς τοιαύτας οἰκειότητας, ἀλλʼ ὑποψίας καὶ φόβου λαβόντες ἀρχήν,2 ὡς μεγάλης οὔσης ἀνάγκης ἐκείνῳ φείδεσθαι τοῦ τυράννου, πρὸς ἑτέρους ἤδη προστάτας ἀπέβλεπον καὶ μάλιστα πυνθανόμενοι καταπλεῖν Ἡρακλείδην ἀνεπτοήθησαν.

这些〔信件〕被朗读出来时,叙拉古人并未如理所应当的那样,对狄翁在面对如此重大的亲情羁绊时仍为崇高与正义而坚贞不屈的冷静与豁达感到惊叹;相反,他们认定狄翁有极大的苦衷去包庇僭主,由此心生猜疑与畏惧,已转而寻觅其他的领袖,并在得知赫拉克莱德斯正航抵此地的消息时,尤为群情骚动。

§32.3

ἦν δὲ τῶν φυγάδων Ἡρακλείδης, στρατηγικὸς μέν ἄνθρωπος καὶ γνώριμος ἀφʼ ἡγεμονίας ἣν ἔσχε παρὰ τοῖς τυράννοις, οὐκ ἀραρὼς δὲ τὴν γνώμην, ἀλλὰ πρὸς πάντα κοῦφος, ἥκιστα δὲ βέβαιος ἐν κοινωνίᾳ πραγμάτων ἀρχὴν ἐχόντων καὶ δόξαν.

赫拉克莱德斯本是流亡者之一,颇具军事干才,因昔日在僭主麾下担任统帅而广为人知,但他意志不坚定,在凡事上都轻浮寡断,在关乎权位与声望的事业共事中最不可信赖。

§32.4

οὗτος ἐν Πελοποννήσῳ πρὸς Δίωνα στασιάσας ἔγνω καθʼ αὑτὸν ἰδιόστολος πλεῖν ἐπὶ τὸν τύραννον, εἴς τε Συρακούσας ἀφικόμενος ἑπτὰ τριήρεσι καὶ τρισὶ πλοίοις Διονύσιον μέν αὖθις εὗρε περιτετειχισμένον, ἐπηρμένους δὲ τοὺς Συρακουσίους.

他在伯罗奔尼撒与狄翁产生分歧,决意自行组建舰队去进攻僭主;等他率领七艘三联桨座战船和三艘驳船抵达叙拉古时,发现狄奥尼修斯再度被长墙围困,而叙拉古人则士气高涨。

§32.5

εὐθὺς οὖν ὑπεδύετο τὴν τῶν πολλῶν χάριν, ἔχων μέν τι καὶ φύσει πιθανὸν καὶ κινητικὸν ὄχλου θεραπεύεσθαι ζητοῦντος, ὑπολαμβάνων δὲ καὶ μετάγων ῥᾷον αὐτούς, οἳ τὸ σεμνὸν τοῦ Δίωνος ὡς βαρὺ καὶ δυσπολίτευτον ἀπεστρέφοντο διὰ τὴν γεγενημένην ἐκ τοῦ κρατεῖν ἄνεσιν καὶ θρασύτητα, πρὸ τοῦ δῆμος εἶναι τὸ δημαγωγεῖσθαι θέλοντες.3

于是他立即着手迎合大众的欢心;他天生就具有一种善于说服和拨动那渴望被讨好的群氓的能力,而且将他们争取并拉拢过来也格外容易,因为叙拉古人因胜利而滋生了放任与狂妄,将狄翁的庄重威严视作沉重且不近人情的作风而加以排斥,在尚未成为自立的民众之前,便一味渴望受到蛊惑家的煽动与奉承。

语法注3 条
  1. 32.1εἰσῄει τοὺς Συρακοσίους ἐκπλήττεσθαι

    动词 εἰσῄει(εἴσειμι 的未完成过去时)在此为无人称用法,意为“(某种念头或情绪)涌入……心头”。宾格 τοὺς Συρακοσίους 表示受到情绪触及的对象,实际的主语是不定式短语 ἐκπλήττεσθαι...,整句意为“叙拉古人并未心生对……的惊叹”。

  2. 32.2ἀλλʼ ὑποψίας καὶ φόβου λαβόντες ἀρχήν

    破格句(anacoluthon):前句中“叙拉古人”作为受影响的对象充当宾格(τοὺς Συρακοσίους),但在连词 ἀλλά 之后,作者直接将其转为逻辑主语的主格分词 λαβόντες,并承接后续的主动词 ἀπέβλεπον 与 ἀνεπτοήθησαν。

  3. 32.5πρὸ τοῦ δῆμος εἶναι τὸ δημαγωγεῖσθαι θέλοντες

    介词 πρὸ 支配属格冠词引导的不定式 τοῦ ... εἶναι(其中 δῆμος 为表语主格,与分词 θέλοντες 的逻辑主语一致)。分词 θέλοντες 的直接宾语则是宾格冠词引导的被动不定式 τὸ δημαγωγεῖσθαι(被蛊惑家所领导/煽动),形成了深刻的讽刺性对照:尚且未能成为自立的公民大众,便一味渴望受蛊惑家煽动。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg060.humanitext-grc2:32.1-32.5