- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg060.humanitext-grc2:2.1-2.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
普鲁塔克指出迪翁与布鲁图斯命运的惊人相似:两人皆未竟全功而身殒,且死前皆曾得凶恶幻影示警;在探讨关于鬼神存在的古代学说之后,他宣布在本卷(列传第十二卷)中先行叙述年长者迪翁的生平。
αἱ δὲ τύχαι, τοῖς συμπτώμασι μᾶλλον ἢ ταῖς προαιρέσεσιν οὖσαι αἱ αὐταί, συνάγουσι τῶν ἀνδρῶν τοὺς βίους εἰς ὁμοιότητα.
然而,他们的命运在偶然的事变中比在自觉的抉择中更为相同,促使两人的生平走向了彼此相似。
προανῃρέθησαν γὰρ ἀμφότεροι τοῦ τέλους,1 εἰς ὃ προὔθεντο τὰς πράξεις ἐκ πολλῶν καὶ μεγάλων ἀγώνων καταθέσθαι μὴ δυνηθέντες.
因为两人都在达成目标之前便丧失了生命,未能在历经许多重大斗争之后,将自己的功业安顿在原先设定的归宿之中。
ὃ δὲ πάντων θαυμασιώτατον, ὅτι καὶ τὸ δαιμόνιον ἀμφοτέροις ὑπεδήλωσε τὴν τελευτήν, ὁμοίως ἑκατέρῳ φάσματος εἰς ὄψιν οὐκ εὐμενοῦς παραγενομένου.
而最为神奇者,乃是神明向两人同样预示了死亡,一具不怀好意的幻影同样降临在他们各自的眼前。
καίτοι λόγος τίς ἐστι τῶν ἀναιρούντων τὰ τοιαῦτα, μηδενὶ ἂν νοῦν ἔχοντι προσπεσεῖν φάντασμα δαίμονος μηδὲ εἴδωλον, Ἀλλὰ παιδάρια καὶ γύναια καὶ παραφόρους διʼ ἀσθένειαν ἀνθρώπους ἔν τινι πλάνῳ ψυχῆς ἢ δυσκρασίᾳ σώματος γενομένους δόξας ἐφέλκεσθαι κενὰς καὶ ἀλλοκότους, δαίμονα πονηρὸν ἐν αὑτοῖς τὴν δεισιδαιμονίαν ἔχοντας.
不过,那些否定此类现象的人有一种说法,认为绝无任何具有心智之人会遭遇神怪的幻景或虚影,反而只是孩童、妇人以及因虚弱而神志昏乱的人,在灵魂的迷妄或身体的失调中,引来了虚幻而离奇的妄想,把迷信这一恶灵蓄藏于自身内部。
εἰ δὲ Δίων καὶ Βροῦτος, ἄνδρες ἐμβριθεῖς καὶ φιλόσοφοι καὶ πρὸς οὐδὲν ἀκροσφαλεῖς οὐδʼ εὐάλωτοι πάθος, οὕτως ὑπὸ φάσματος διετέθησαν ὥστε καὶ φράσαι πρὸς ἑτέρους, οὐκ οἶδα μὴ τῶν πάνυ παλαιῶν τὸν ἀτοπώτατον ἀναγκασθῶμεν προσδέχεσθαι λόγον,2 ὡς τὰ φαῦλα δαιμόνια καὶ βάσκανα, προσφθονοῦντα τοῖς ἀγαθοῖς ἀνδράσι καὶ ταῖς πράξεσιν ἐνιστάμενα, ταραχὰς καὶ φόβους ἐπάγει, σείοντα καὶ σφάλλοντα τὴν ἀρετήν, ὡς μὴ διαμείναντες ἀπτῶτες ἐν τῷ καλῷ καὶ ἀκέραιοι βελτίονος ἐκείνων μοίρας μετὰ τὴν τελευτὴν τύχωσιν.
但如果迪翁与布鲁图斯这样深沉稳重、研习哲学、面对任何激情都不致失足亦不易受制的人,竟也会被幻影影响至向他人述说的地步,我不知我们是否将不得不接纳那极古老之人中最离奇的学说,即存在着低劣而嫉妒的鬼神,它们嫉视善人并阻挠其行动,带来混乱与恐惧,动摇并绊倒美德,以免这些人不曾失足且纯洁无瑕地坚守于高尚之中,在死后获得比它们更优渥的分额。
ἀλλὰ ταῦτα μὲν εἰς ἄλλον ἀνακείσθω λόγον. ἐν τούτῳ δέ, δωδεκάτῳ τῶν παραλλήλων ὄντι βίων, τὸν τοῦ πρεσβυτέρου προεισαγάγωμεν.
不过,这些问题且留待另一篇论说中去探讨;而在本部作为《平行列传》第十二卷的著述中,且让我们首先引入年长者的生平。
- 2.2προανῃρέθησαν γὰρ ἀμφότεροι τοῦ τέλους
动词 προαναιρέω 的被动态意为“被预先除掉/提前丧命”,属格 τοῦ τέλους 受前缀 προ- 支配,表示在时间与过程上处于“终点/目标之前”,随后的分词短语 μὴ δυνηθέντες 补充说明了未能达成目标的缘由。
- 2.5οὐκ οἶδα μὴ τῶν πάνυ παλαιῶν τὸν ἀτοπώτατον ἀναγκασθῶμεν προσδέχεσθαι λόγον
短语 οὐκ οἶδα μὴ 后接虚拟语气动词 ἀναγκασθῶμεν,构成表示委婉断定或隐忧的惯用句式(“我不知我们是否将不得不……”、“恐怕我们不得不……”)。其后的 ὡς 引导同位语从句,详述 λόγον 的具体内容。
