← 普鲁塔克

狄翁传

§26.1-26.10

向叙拉古进军与信使丢失急件

得知狄奥尼修斯不在后,士兵们要求立即进军,并在沿途汇集盟军向叙拉古挺进;与此同时,受命向僭主告急的信使在途中被狼叼走了装有信函的皮囊,因惧怕而逃遁潜藏。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§26.1

μάλιστα δʼ αὐτοὺς ἐθάρρυνε τὸ συμβεβηκὸς αὐτομάτως περὶ τὴν ἀποδημίαν τοῦ Διονυσίου· νεωστὶ γὰρ ἐκπεπλευκὼς ἐτύγχανεν ὀγδοήκοντα ναυσὶν εἰς τὴν Ἰταλίαν.

最使他们受到鼓舞的,是关于狄奥尼修斯外出这一凑巧发生的事;因为他刚好在不久前率领八十艘战船出航前往意大利。

§26.2

διὸ καὶ τοῦ Δίωνος παρακαλοῦντος ἐνταῦθα τοὺς στρατιώτας ἀναλαμβάνειν1 πολὺν χρόνον ἐν τῇ θαλάσσῃ κεκακωμένους, οὐχ ὑπέμειναν αὐτοὶ σπεύδοντες ἁρπάσαι τὸν καιρόν, ἀλλʼ ἐκέλευον ἡγεῖσθαι τὸν Δίωνα πρὸς τὰς Συρακούσας.

因此,尽管狄翁劝告士兵们在当地休整——他们曾在海上受苦多时——但士兵们自己急于抓住这一良机,不肯停留,反而要求狄翁领军前往叙拉古。

§26.3

ἀποσκευασάμενος οὖν τὰ περιόντα τῶν ὅπλων καὶ τῶν φορτίων ἐκεῖ, καὶ τοῦ Συνάλου δεηθεὶς, ὅταν ᾖ καιρὸς, ἀποστεῖλαι πρὸς αὐτόν, ἐβάδιζεν ἐπὶ τὰς Συρακούσας.

于是,狄翁将多余的武器与行李留在那里,并请求叙纳卢斯待时机成熟时送交给他,随后便向叙拉古进军。

§26.4

πορευομένῳ δʼ αὐτῷ πρῶτον μὲν Ἀκραγαντίνων προσεχώρησαν ἱππεῖς διακόσιοι τῶν περὶ τὸ Ἔκνομον οἰκούντων, μετὰ δὲ τούτους Γελῷοι.

在他行军途中,首先有居住在埃克诺蒙附近的阿克拉加斯骑兵二百名前来归附,随后是革拉人。

§26.5

ταχὺ δὲ τῆς φήμης διαδραμούσης εἰς Συρακούσας Τιμοκράτης, ὁ τῇ Δίωνος γυναικὶ συνοικῶν, Διονυσίου δʼ ἀδελφῇ, τῶν ἀπολελειμμένων ἐν τῇ πόλει φίλων προεστώς, ἐκπέμπει κατὰ τάχος ἄγγελον τῷ Διονυσίῳ γράμματα κομίζοντα περὶ τῆς Δίωνος ἀφίξεως.

消息迅速传至叙拉古,与狄翁之妻——即狄奥尼修斯的妹妹——同居,并担任留城诸友人之首的蒂莫克拉泰斯,立即火速派遣一名使者,携带通报狄翁抵达的书信前往狄奥尼修斯处。

§26.6

αὐτὸς δὲ τοῖς κατὰ τὴν πόλιν προσεῖχε θορύβοις καὶ κινήμασιν, ἐπηρμένων μὲν πάντων, διὰ δʼ ἀπιστίαν ἔτι καὶ φόβον ἡσυχαζόντων.

他自己则关注着城内的骚动与风吹草动;全城人虽都群情振奋,但由于彼此不信任和恐惧,仍暂时保持着沉默。

§26.7

τῷ δὲ πεμφθέντι γραμματοφόρῳ τύχη τις συμπίπτει παράλογος.διαπλεύσας γὰρ εἰς τὴν Ἰταλίαν καὶ τὴν Ῥηγίνην διελθὼν, ἐπειγόμενος εἰς Καυλωνίαν πρὸς Διονύσιον ἀπήντησέ τινι τῶν συνήθων ἱερεῖον νεωστὶ τεθυμένον κομίζοντι· καὶ λαβὼν παρʼ αὐτοῦ μοῖραν τῶν κρεῶν ἐχώρει σπουδῇ.

然而,被派出的送信人却遭遇了一件不可思议的奇事。他在渡海到达意大利、穿过雷吉翁领地之后,急匆匆地赶往考洛尼亚去见狄奥尼修斯,中途遇见了一位熟人,正带着一只新近献祭的牺牲;他从那人手中得了一份肉,便又匆匆赶路。

§26.8

τῆς δὲ νυκτὸς μέρος ὁδεύσας καὶ μικρὸν ἀποδαρθεῖν ὑπὸ κόπου βιασθείς,2 ὡς εἶχε, παρὰ τὴν ὁδὸν ἐν ὕλῃ τινὶ κατέκλινεν ἑαυτόν.

在走过夜间的一部分路程后,他因疲惫不堪不得不小憩片刻,便原样合衣躺在路旁的一处灌木丛中。

§26.9

πρὸς δὲ τὴν ὀσμὴν λύκος ἐπελθὼν, καὶ λαβόμενος τῶν κρεῶν ἀναδεδεμένων ἐκ τῆς πήρας, ᾤχετο φέρων3 ἅμα σὺν αὐτοῖς τὴν πήραν, ἐν ᾗ τὰς ἐπιστολὰς ὁ ἄνθρωπος εἶχεν.

一只狼顺着气味找来,咬住了系在皮囊外的肉,连肉带皮囊一同衔着跑掉了,而那人正是把信函装在皮囊里的。

§26.10

ὡς δὲ διεγερθεὶς ᾔσθετο καὶ πολλὰ μάτην πλανηθεὶς καὶ διώξας οὐχ εὗρεν, ἔγνω μὴ πορεύεσθαι4 δίχα τῶν γραμμάτων πρὸς τὸν τύραννον, ἀλλʼ ἀποδρὰς ἐκποδὼν γενέσθαι.

他醒来发觉此事,多番徒劳搜寻追赶无果后,便决意不再在没有信件的情况下去见僭主,而是潜逃远遁、销声匿迹。

语法注4 条
  1. 26.2ἀναλαμβάνειν

    动词 ἀναλαμβάνω 既可作及物动词(“恢复、取回”),也可作不及物或省略 ἑαυτούς 的反身用法(“休养、恢复体力”)。此处 τοὺς στρατιώτας 兼作分词 παρακαλοῦντος 的宾语及不定词的逻辑主语,意为“让士兵们休整休养”。

  2. 26.8μικρὸν ἀποδαρθεῖν ὑπὸ κόπου βιασθείς

    ἀποδαρθεῖν 是动词 ἀποδαρθάνω(“入睡、沉睡”)的第二不定过去时主动不定词形式。它由分词 βιασθείς(“被迫”)所支配,构成“因疲劳而被迫稍作小睡”之意。

  3. 26.9ᾤχετο φέρων

    动词 οἴχομαι(“离去、走掉”)与现在分词 φέρων(“带着、运载”)的惯用连用,表示“衔着……跑掉了”或“席卷而去”的结果性动作。

  4. 26.10ἔγνω μὴ πορεύεσθαι

    动词 γιγνώσκω 后接不定词表示“决定、决意做某事”。此处使用否定词 μή 而非 οὐ,符合表达意志、决断的不定词从句的常规否定规则。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg060.humanitext-grc2:26.1-26.10