- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg060.humanitext-grc2:25.1-25.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
迪翁一行整备船队启航并抵达帕基诺斯海角,但因避开登陆而遭遇暴风雨,被一路吹袭至利比亚近海的危险浅滩。随后他们借助转顺的南风安全抵达西西里的迦太基辖地米诺阿,并与当地长官希纳洛斯重修旧好。
τοὺς δὲ στρατιώτας τοὺς Δίωνος ἐξεδέξαντο στρογγύλαι δύο ναῦς, τρίτον δὲ πλοῖον οὐ μέγα καὶ δύο τριακόντοροι παρηκολούθουν.
迪翁的士兵们登上了两艘圆体运输船,另有一艘不大的第三艘船和两艘三十桨战船随行。
ὅπλα δέ, χωρὶς ὧν εἶχον οἱ στρατιῶται, δισχιλίας μὲν ἐκόμιζεν ἀσπίδας, βέλη δὲ καὶ δόρατα πολλὰ, καὶ πλῆθος ἐφοδίων ἄφθονον, ὅπως ἐπιλίπῃ μηδὲν αὐτοὺς ποντοποροῦντας, ἅτε δὴ τὸ σύμπαν ἐπὶ πνεύμασι καὶ θαλάσσῃ πεποιημένους τὸν πλοῦν διὰ τὸ τὴν γῆν φοβεῖσθαι καὶ πυνθάνεσθαι Φίλιστον ἐν Ἰαπυγίᾳ ναυλοχοῦντα παραφυλάττειν.
至于武器,除了士兵们自己持有的之外,船队还载有两千面盾牌、大量的投掷武器与长矛,以及极其充裕的给养,以免他们在远洋航行时有所匮乏;因为他们对陆地心怀戒惧,又得知菲利斯托斯正停泊在伊阿庇吉亚严加监视,因而将整个航程完全寄托于风与海。
ἀραιῷ δὲ καὶ μαλακῷ πνεύματι πλεύσαντες ἡμέρας δώδεκα, τῇ τρισκαιδεκάτῃ κατὰ Πάχυνον ἦσαν, ἄκραν τῆς Σικελίας.
他们乘着微弱柔和的风航行了十二天,第十三天到达了西西里的帕基诺斯海角附近。
καὶ Πρῶτος μὲν ὁ κυβερνήτης κατὰ τάχος ἐκέλευσεν ἀποβαίνειν, ὡς, ἂν ἀποσπασθῶσι τῆς γῆς καὶ τὴν ἄκραν ἑκόντες ἀφῶσι, πολλὰς ἡμέρας καὶ νύκτας ἐν τῷ πελάγει τριβησομένους,1 ὥρᾳ θέρους νότον περιμένοντας.
舵手普罗托斯催促众人迅速登岸,声称如果被驱离陆地、自愿放弃这处海角,他们就将在夏日里苦等南风,在公海上虚耗许多昼夜。
Δίων δὲ τὴν ἐγγὺς τῶν πολεμίων ἀπόβασιν δεδιὼς καὶ τῶν πρόσω μᾶλλον ἅψασθαι βουλόμενος παρέπλευσε τὸν Πάχυνον.
但迪翁畏惧在邻近敌人之处登陆,更希望在更远的地方靠岸,于是驶过了帕基诺斯。
ἐκ δὲ τούτου τραχὺς μὲν ἀπαρκτίας ἐπιπεσὼν ἤλαυνε πολλῷ κλύδωνι τὰς ναῦς ἀπὸ τῆς Σικελίας, ἀστραπαὶ δὲ καὶ βρονταὶ φανέντος Ἀρκτούρου συμπεσοῦσαι πολὺν ἐξ οὐρανοῦ χειμῶνα καὶ ῥαγδαῖον ὄμβρον ἐξέχεαν·
自此之后,一阵猛烈的北风骤然降临,挟带着巨大的浪潮将船只从西西里吹离,正逢大角星初升,电闪雷鸣齐作,从天空中倾注下猛烈的暴风和倾盆大雨。
ᾧ τῶν ναυτῶν συνταραχθέντων καὶ πλάνης γενομένης καθορῶσιν αἰφνίδιον ὑπὸ τοῦ κύματος ὠθουμένας τὰς ναῦς ἐπὶ τὴν πρὸς Λιβύῃ Κέρκιναν, ᾗ μάλιστα κρημνώδης ἀπήντα καὶ τραχεῖα προσφερομένοις αὐτοῖς ἡ νῆσος.
水手们因此陷于混乱而迷失方向,他们突然发现船只在巨浪的推搡下正逼近利比亚附近的刻耳基纳岛,而该岛在他们驶近之处正显得最为陡峭险峻。
μικρὸν οὖν δεήσαντες ἐκριφῆναι καὶ συντριβῆναι περὶ τὰς πέτρας ἐβιάζοντο πρὸς κοντὸν παραφερόμενοι μόλις,2 ἕως ὁ χειμὼν ἐλώφησε καὶ πλοίῳ συντυχόντες ἔγνωσαν ἐπὶ ταῖς καλουμέναις κεφαλαῖς τῆς μεγάλης Σύρτεως ὄντες.3
他们险些被抛掷出去、撞毁在岩礁上,只能在漂流中用长篙极力撑持抗拒,直到风暴平息;后来他们遇到一艘小船,才得知自己已身处大锡尔提斯所谓的“岬首”之处。
ἀθυμοῦσι δʼ αὐτοῖς πρὸς τὴν γαλήνην καὶ διαφερομένοις αὔραν τινὰ κατέσπειρεν ἡ χώρα νότιον, οὐ πάνυ προσδεχομένοις νότον οὐδὲ πιστεύουσι τῇ μεταβολῇ.
正当他们因海面平静无风而沮丧并随波漂流时,陆地向他们吹送来一阵南向的微风,而他们原本决未预料到南风,也不敢轻信这天气的转变。
κατὰ μικρὸν δὲ ῥωννυμένου τοῦ πνεύματος καὶ μέγεθος λαμβάνοντος ἐκτείναντες ὅσον ἦν ἱστίων, καὶ προσευξάμενοι τοῖς θεοῖς, πελάγιοι πρὸς τὴν Σικελίαν ἔφευγον ἀπὸ τῆς Λιβύης· καὶ θέοντες ἐλαφρῶς πεμπταῖοι κατὰ Μίνῳαν ὡρμίσαντο, πολισμάτιον ἐν τῇ Σικελίᾳ τῆς Καρχηδονίων ἐπικρατείας.
但随着风力逐渐增强、势头变大,他们展开全部帆篷,向诸神祈祷,从利比亚穿过外海向西西里疾驶;他们轻快地航行,至第五天在米诺阿抛锚停泊,那是西西里岛上属于迦太基统辖领域的一座小城。
ἔτυχε δὲ παρὼν ὁ Καρχηδόνιος ἄρχων Σύναλος ἐν τῷ χωρίῳ, ξένος ὢν καὶ φίλος Δίωνος. ἀγνοῶν δὲ τὴν παρουσίαν αὐτοῦ καὶ τὸν στόλον, ἐπειρᾶτο κωλύειν τοὺς στρατιώτας ἀποβαίνοντας.
适逢迦太基长官希纳洛斯正在该地,他本是迪翁的宾友。但他不知迪翁的到来和这支舰队,便试图阻拦士兵们登陆。
οἱ δὲ μετὰ τῶν ὅπλων ἐκδραμόντες ἀπέκτειναν μὲν οὐδένα, ἀπειρήκει γὰρ ὁ Δίων διὰ τὴν οὖσαν αὐτῷ φιλίαν πρὸς τὸν Καρχηδόνιον, φεύγουσι δὲ συνεισπεσόντες αἱροῦσι τὸ χωρίον.
士兵们全副武装奔涌而出,但并未杀害任何人,因为迪翁因与这位迦太基人的友谊而早已下令禁止;他们紧随着逃跑的人一同冲入城内,攻占了该地。
ὡς δʼ ἀπήντησαν ἀλλήλοις οἱ ἡγεμόνες καὶ ἠσπάσαντο, Δίων μὲν ἀπέδωκε τὴν πόλιν Συνάλῳ, οὐδὲν ἀδικήσας, Σύναλος δὲ τοὺς στρατιώτας ἐξένιζε καὶ συμπαρεσκεύαζεν ὧν Δίων ἐδεῖτο.
当两位统帅相遇并互致问候之后,迪翁将城镇完好无损地归还给希纳洛斯,而希纳洛斯则犒劳了士兵,并协助筹备迪翁所需要的一切。
- 25.4ὡς, ἂν ἀποσπασθῶσι τῆς γῆς καὶ τὴν ἄκραν ἑκόντες ἀφῶσι, πολλὰς ἡμέρας καὶ νύκτας ἐν τῷ πελάγει τριβησομένους
由 ὡς 引出的未来时分词 τριβησομένους 在此充当绝对宾格(accusative absolute),或作为从属于主句动词 ἐκέλευσεν 的间接引语性分词宾格,后接条件从句(ἂν ἀποσπασθῶσι...),表示舵手提出警告的理由与预期后果(即“若错过海角便将在公海虚耗时日”)。
- 25.8ἐβιάζοντο πρὸς κοντὸν παραφερόμενοι μόλις
介词短语 πρὸς κοντόν 意为“借助长篙/用长篙顶撑”。表示船只在被风浪漂送(παραφερόμενοι)的过程中,船员们奋力抗争(ἐβιάζοντο),用长篙极力顶开岩石以免撞毁。
- 25.8ἔγνωσαν ἐπὶ ταῖς καλουμέναις κεφαλαῖς τῆς μεγάλης Σύρτεως ὅντες
认知动词 ἔγνωσαν 搭配与主语一致的主格补语分词 ὄντες,构成典型的“认知动词+分词”结构,表示船员们察觉并确知自己当时正处于大锡尔提斯所谓的“岬首”之处。
